2 Παραλειπομένων 10:4
Καὶ εἶπε Σαοὺλ τῷ αἴροντι τὰ σκεύη αὐτοῦ, σπάσαι τὴν ῥομφαίαν σου, καὶ ἐκκέντησόν με ἐν αὐτῇ, μὴ ἔλθωσιν οἱ ἀπερίτμητοι οὗτοι καὶ ἐμπαίξωσί μοι· καὶ οὐκ ἐβούλετο ὁ αἴρων τὰ σκεύη αὐτοῦ, ὅτι ἐφοβεῖτο σφόδρα· καὶ ἔλαβε Σαοὺλ τὴν ῥομφαίαν, καὶ ἐπέπεσεν ἐπʼ αὐτήν.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
5Καὶ εἶδεν ὁ αἴρων τὰ σκεύη αὐτοῦ, ὅτι ἀπέθανε Σαοὺλ, καὶ ἔπεσε καὶ αὐτὸς ἐπὶ τὴν ῥομφαίαν αὐτοῦ.
Read all of 2 Παραλειπομένων 10
Cross References
Judges 15:18Καὶ ἐδίψησε σφόδρα, καὶ ἔκλαυσε πρὸς Κύριον, καὶ εἶπε, σὺ εὐδόκησας ἐν χειρὶ δούλου σου τὴν σωτηρίαν τὴν μεγάλην ταύτην, καὶ νῦν ἀποθανοῦμαι τῷ δίψει, καὶ ἐμπεσοῦμαι ἐν χειρὶ τῶν ἀπεριτμήτων;
Judges 16:23Καὶ οἱ ἄρχοντες τῶν ἀλλοφύλων συνήχθησαν θυσαιάσαι θυσίασμα μέγα τῷ Δαγὼν θεῷ αὐτῶν, καὶ εὐφρανθῆναι, καὶ εἶπαν, ἔδωκεν ὁ θεὸς ἐν χειρὶ ἡμῶν τὸν Σαμψὼν τὸν ἐχθρὸν ἡμῶν.
1 Samuel 31:4Καὶ εἶπε Σαοὺλ πρὸς τὸν αἴροντα τὰ σκεύη αὐτοῦ, σπάσαι τὴν ῥομφαίαν σου καὶ ἀποκέντησόν με ἐν αὐτῇ, μὴ ἔλθωσιν οἱ ἀπερίτμητοι οὗτοι καὶ ἀποκεντήσωσί με καὶ ἐμπαίξωσιν ἐμοί· καὶ οὐκ ἐβούλετο ὁ αἴρων τὰ σκεύη αὐτοῦ, ὅτι ἐφοβήθη σφόδρα· καὶ ἔλαβε Σαοὺλ τὴν ῥομφαίαν, καὶ ἐπέπεσεν ἐπʼ αὐτήν.
2 Samuel 1:14Καὶ εἶπεν αὐτῷ Δαυὶδ, πῶς οὐκ ἐφοβήθης ἐπενεγκεῖν χεῖρά σου διαφθεῖραι τὸν χριστὸν Κυρίου;
2 Samuel 17:23Καὶ Ἀχιτόφελ εἶδεν ὅτι οὐκ ἐγενήθη ἡ βουλὴ αὐτοῦ, καὶ ἐπέσαξε τὴν ὄνον αὐτοῦ, καὶ ἀνέστη καὶ ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ εἰς τὴν πόλιν αὐτοῦ· καὶ ἐνετείλατο τῷ οἴκῳ αὐτοῦ, καὶ ἀπήγξατο καὶ ἀπέθανεν καὶ ἐτάφη ἐν τῷ τάφῳ τοῦ πατρὸς αὐτοῦ.