2 Παραλειπομένων 11:2
καὶ ἐχθὲς καὶ τρίτην ὄντος Σαοὺλ βασιλέως, σὺ ἦσθα ὁ ἐξάγων καὶ εἰσάγων τὸν Ἰσραήλ· καὶ εἶπεν Ἰσραὴλ Κύριός σοι, σὺ ποιμανεῖς τὸν λαόν μου τὸν Ἰσραὴλ, καὶ σὺ ἔσῃ εἰς ἡγούμενον ἐπὶ Ἰσραήλ.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
1Καὶ ἦλθε πᾶς Ἰσραὴλ πρὸς Δαυὶδ ἐν Χεβρὼν, λέγοντες, ἰδοὺ ὀστᾶ σου καὶ σάρκες σου ἡμεῖς,
Read all of 2 Παραλειπομένων 11
Cross References
1 Samuel 16:1Καὶ εἶπε Κύριος πρὸς Σαμουήλ, ἕως πότε σὺ πενθεῖς ἐπὶ Σαοὺλ, κᾀγω ἐξουδένωκα αὐτὸν, μὴ βασιλεύειν ἐπὶ Ἰσραήλ; πλῆσον τὸ κέρας σου ἐλαίου, καὶ δεῦρο ἀποστείλω σε πρὸς Ἰεσσαὶ ἕως Βηθλεὲμ, ὅτι ἑώρακα ἐν τοῖς υἱοῖς αὐτοῦ ἐμοὶ βασιλέα.
1 Samuel 18:13καὶ ἀπέστησεν αὐτὸν ἀπʼ αὐτοῦ, καὶ κατέστησεν αὐτὸν ἑαυτῷ χιλίαρχον· καὶ ἐξεπορεύετο καὶ εἰσεπορεύετο ἔμπροσθεν τοῦ λαοῦ.
2 Samuel 7:7ἐν πᾶσιν οἷς διῆλθον ἐν παντὶ Ἰσραήλ· εἰ λαλῶν ἐλάλησα πρὸς μίαν φυλὴν τοῦ Ἰσραὴλ, ᾧ ἐνετειλάμην ποιμαίνειν τὸν λαόν μου Ἰσραὴλ, λέγων, ἱνατί οὐκ ᾠκοδομήκατέ μοι οἶκον κέδρινον;
Isaiah 40:11Ὡς ποιμὴν ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ, καὶ τῷ βραχίονι αὐτοῦ συνάξει ἄρνας, καὶ ἐν γαστρὶ ἐχούσας παρακαλέσει.
Jeremiah 3:15καὶ δώσω ὑμῖν ποιμένας κατὰ τὴν καρδίαν μου, καὶ ποιμανοῦσιν ὑμᾶς ποιμαίνοντες μετʼ ἐπιστήμης.