2 Παραλειπομένων 15:16
Καὶ εἶπε Δανὶδ τοῖς ἄρχουσι τῶν Λευιτῶν, στήσατε τοὺς ἀδελφοὺς αὐτῶν τοὺς ψαλτῳδοὺς ἐν ὀργάνοις, νάβλαις, κινύραις, καὶ κυμβάλοις τοῦ φωνῆσαι εἰς ὕψος ἐν φωνῇ εὐφροσύνης.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Read all of 2 Παραλειπομένων 15
Cross References
1 Chronicles 6:31υἱοῦ Βανὶ, υἱοῦ Σεμὴρ,
1 Chronicles 15:12καὶ εἶπεν αὐτοῖς, ὑμεῖς ἄρχοντες πατριῶν τῶν Λευιτῶν, ἁγνίσθητε ὑμεῖς καὶ οἱ ἀδελφοὶ ὑμῶν, καὶ ἀνοίσετε τὴν κιβωτὸν τοῦ Θεοῦ Ἰσραὴλ, οὗ ἡτοίμασα αὐτῇ·
1 Chronicles 16:5Ἀσὰφ ὁ ἡγούμενος, καὶ δευτερεύων αὐτῷ Ζαχαρίας, Ἰεϊὴλ, Σεμιραμὼθ, καὶ Ἰεϊὴλ, Ματταθίας, Ἐλιὰβ, καὶ Βαναΐας, καὶ Ἀβδεδομ· καὶ Ἰεϊὴλ ἐν ὀργάνοις, νάβλαις, κινύραις, καὶ Ἀσὰφ ἐν κυμβάλοις ἀναφωνῶν·
1 Chronicles 23:5καὶ τέσσαρες χιλιάδες πυλωροὶ καὶ τώσσαρες χιλιάδες αἰνοῦντες τῷ κυρίῳ ἐν ὀργάνοιν οἷς ἐποίησε τοῦ αἰνεῖν τῷ κυρίῳ.
2 Chronicles 5:13Καὶ ἐγένετο μία φωνὴ ἐν τῷ σαλπίζειν καὶ ἐν τῷ ψαλτῳδεῖν καὶ ἐν τῷ ἀναφωνεῖν φωνῇ μιᾷ τοῦ ἐξομολογεῖσθαι καὶ αἰνεῖν τῷ Κυρίῳ· καὶ ὡς ὕψωσαν φωνὴν ἐν σάλπιγξι, καὶ ἐν κυμβάλοις, καὶ ἐν ὀργάνοις τῶν ᾠδῶν, καὶ ἔλεγον, ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθὸν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· καὶ ὁ οἶκος ἐνεπλήσθη νεφέλης δόξης Κυρίου.
2 Chronicles 20:19Καὶ ἀνέστησαν οἱ Λευῖται ἀπὸ τῶν υἱῶν Καὰθ, καὶ ἀπὸ τῶν υἱῶν Κορὲ, αἰνεῖν Κυρίῳ Θεῷ Ἰσραὴλ ἐν φωνῇ μεγάλῃ εἰς ὕψος.