2 Παραλειπομένων 22:13
Τότε εὐοδώσει ἐὰν φυλάξῃς τοῦ ποιεῖν τὰ προστάγματα καὶ τὰ κρίματα ἃ ἐνετείλατο Κύριος τῷ Μωυσῇ ἐπὶ Ἰσραήλ· ἀνδρίζου καὶ ἴσχυε, μὴ φοβοῦ μηδὲ πτοηθῇς.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Read all of 2 Παραλειπομένων 22
Cross References
Deuteronomy 31:6Ἀνδρίζου καὶ ἴσχυε, μὴ φοβοῦ, μηδὲ δειλιάσῃς, μηδὲ πτοηθῇς ἀπὸ προσώπου αὐτῶν· ὅτι Κύριος ὁ Θεός σου ὁ προπορευόμενος μεθʼ ὑμῶν ἐν ὑμῖν, οὔτε μή σε ἀνῇ, οὔτε μή σε ἐγκαταλίπῃ.
Deuteronomy 31:8Καὶ Κύριος ὁ συμπορευόμενος μετὰ σοῦ, οὐκ ἀνήσει σε, οὐδὲ μὴ σε ἐγκαταλίπῃ· μή φοβοῦ, μηδὲ δειλία.
Joshua 1:18Ὁ δὲ ἄνθρωπος ὃς ἂν ἀπειθήσῃ σοι, καὶ ὅστις μὴ ἀκούσῃ τῶν ῥημάτων σου καθότι ἐὰν ἐντείλῃ αὐτῷ, ἀποθανέτω· ἀλλὰ ἴσχυε καὶ ἀνδρίζου.
1 Kings 2:3καὶ φυλάξεις φυλακὴν Κυρίου Θεοῦ σου τοῦ πορεύεσθαι ἐν ταῖς ὁδοῖς αὐτοῦ, φυλάσσειν τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωυσέως· ἵνα συνήσῃς ἃ ποιήσεις κατὰ πάντα ὅσα ἂν ἐντείλωμαί σοι·
1 Chronicles 28:10Ἴδε νῦν, ὅτι Κύριος ᾑρέτικέ σε οἰκοδομῆσαι αὐτῷ οἶκον εἰς ἁγίασμα, ἴσχυε καὶ ποίει.
2 Chronicles 14:6Καὶ εἶπε τῷ Ἰούδα, οἰκοδομήσωμεν τὰς πόλεις ταύτας, καὶ ποιήσωμεν τείχη καὶ πύργους καὶ πύλας καὶ μοχλοὺς, ἐνώπιον τῆς γῆς κυριεύσομεν· ὅτι καθὼς ἐξεζητήσαμεν Κύριον τὸν Θεὸν ἡμῶν, ἐξεζήτησεν ἡμᾶς, καὶ κατέπαυσεν ἡμᾶς κυκλόθεν, καὶ εὐώδωσεν ἡμῖν.