2 Παραλειπομένων 23:13
γἱοὶ Ἀμβρὰμ, Ἀαρὼν καὶ Μωυσῆς· καὶ διεστάλη Ἀαρὼν τοῦ ἁγιασθῆναι ἅγια ἁγίων, αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ ἕως αἰῶνος, τοῦ θυμιᾷν ἐναντίον τοῦ κυρίου, λειτουργεῖν καὶ ἐπεύχεσθαι ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἕως αἰῶνος.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
12γἱοὶ Καάθ, Ἀμβρὰμ, Ἰσαάρ, Χεβρών, Ὀζιὴλ, τέσσαρες.
14Καὶ Μωυσῆς ἄνθρωπος τοῦ Θεοῦ, υἱοὶ αὐτοῦ ἐκλήθησαν εἰς φυλὴν τοῦ Λευεί.
Read all of 2 Παραλειπομένων 23
Cross References
Exodus 28:1Καὶ σὺ προσαγάγου πρὸς σεαυτὸν τόν τε Ἀαρὼν τὸν ἀδελφόν σου, καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ ἐκ τῶν υἱῶν Ἰσραὴλ, ἱερατεύειν μοι Ἀαρὼν, καὶ Ναδὰβ, καὶ Ἀβιοὺδ, καὶ Ἐλεάζαρ, καὶ Ἰθάμαρ, υἱοὺς Ἀαρών.
Exodus 29:33Ἔδονται αὐτὰ ἐν οἷς ἡγιάσθησαν ἐν αὐτοῖς τελειῶσαι τὰς χεῖρας αὐτῶν, ἁγιάσαι αὐτούς· καὶ ἀλλογενὴς οὐκ ἔδεται ἀπʼ αὐτῶν· ἔστι γὰρ ἅγια.
Exodus 30:6Καὶ θήσεις αὐτὸ ἀπέναντι τοῦ καταπετάσματος, τοῦ ὄντος ἐπὶ τῆς κιβωτοῦ τῶν μαρτυρίων, ἐν οἷς γνωσθήσομαί σοι ἐκεῖθεν.
Exodus 40:9Καὶ λήψῃ τὸ ἔλαιον τοῦ χρίσματος, καὶ χρίσεις τὴν σκηνὴν, καὶ πάντα τὰ ἐν αὐτῇ, καὶ ἁγιάσεις αὐτὴν, καὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ ἔσται ἁγία.
Leviticus 10:1Καὶ λαβόντες οἱ δύο υἱοὶ Ἀαρὼν Ναδὰβ καὶ Ἀβιοὺδ, ἕκαστος τὸ πυρεῖον αὐτοῦ, ἐπέθηκαν ἐπʼ αὐτὸ πῦρ, καὶ ἐπέβαλον ἐπʼ αὐτὸ θυμίαμα, καὶ προσήνεγκαν ἔναντι Κυρίου πῦρ ἀλλότριον, ὃ οὐ προσέταξε Κύριος αὐτοῖς.
Leviticus 10:17διατί οὐκ ἐφάγετε τὸ περὶ τῆς ἁμαρτίας ἐν τόπῳ ἁγίῳ; ὅτι γὰρ ἅγια ἁγίων ἐστι, τοῦτο ἔδωκεν ὑμῖν φαγεῖν, ἵνα ἀφέλητε τὴν ἁμαρτίαν τῆς συναγωγῆς, καὶ ἐξιλάσησθε περὶ αὐτῶν ἔναντι Κυρίου.