2 Παραλειπομένων 27:24
Καὶ Ἰωὰβ ὁ τοῦ Σαρουία ἤρξατο ἀριθμεῖν ἐν τῷ λαῷ, καὶ οὐ συνετέλεσε· καὶ ἐγένετο ἐν τούτοις ὀργὴ ἐπὶ Ἰσραήλ· καὶ οὐ κατεχωρίσθη ὁ ἀριθμὸς ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τοῦ βασιλέως Δαυίδ.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Read all of 2 Παραλειπομένων 27
Cross References
2 Samuel 24:15Καὶ ἐξελέξατο ἑαυτῷ Δαυὶδ τὸν θάνατον· καὶ ἡμέραι θερισμοῦ πυρῶν· καὶ ἔδωκε Κύριος θάνατον ἐν Ἰσραὴλ ἀπὸ πρωΐθεν ἕως ὥρας ἀρίστου, καὶ ἤρξατο ἡ θραῦσις ἐν τῷ λαῷ· καὶ ἀπέθανεν ἐκ τοῦ λαοῦ ἀπὸ Δὰν καὶ ἕως Βηρσαβεὲ, ἑβδομήκοντα χιλιάδες ἀνδρῶν.
1 Chronicles 21:5Καὶ ἔδωκεν Ἰωὰβ τὸν ἀριθμὸν τῆς ἐπισκέψεως τοῦ λαοῦ τῷ Δαυίδ· καὶ ἦν πᾶς Ἰσραὴλ χίλιαι χιλιάδες καὶ ἑκατὸν χιλιάδες ἀνδρῶν ἐσπασμένων μάχαιραν·