2 Παραλειπομένων 28:4
Καὶ ἐξελέξατο Κύριος ὁ Θεὸς Ἰσραὴλ ἐν ἐμοὶ ἀπὸ παντὸς οἴκου πατρός μου εἶναι βασιλέα ἐπὶ Ἰσραὴλ εἰς τὸν αἰῶνα, καὶ ἐν Ἰούδα ᾑρέτικε τὸ βασίλειον, καὶ ἐξ οἴκου Ἰούδα τὸν οἶκον τοῦ πατρός μου· καὶ ἐν τοῖς υἱοῖς τοῦ πατρός μου, ἐν ἐμοὶ ἠθέλησε τοῦ γενέσθαι με εἰς βασιλέα ἐπὶ παντὶ Ἰσραήλ.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Read all of 2 Παραλειπομένων 28
Cross References
1 Samuel 16:1Καὶ εἶπε Κύριος πρὸς Σαμουήλ, ἕως πότε σὺ πενθεῖς ἐπὶ Σαοὺλ, κᾀγω ἐξουδένωκα αὐτὸν, μὴ βασιλεύειν ἐπὶ Ἰσραήλ; πλῆσον τὸ κέρας σου ἐλαίου, καὶ δεῦρο ἀποστείλω σε πρὸς Ἰεσσαὶ ἕως Βηθλεὲμ, ὅτι ἑώρακα ἐν τοῖς υἱοῖς αὐτοῦ ἐμοὶ βασιλέα.
1 Samuel 26:1Καὶ ἔρχονται οἱ Ζιφαῖοι ἐκ τῆς αὐχμώδους πρὸς τὸν Σαοὺλ εἰς τὸν βουνὸν, λέγοντες, ἰδοὺ Δαυὶδ σκεπάζεται μεθʼ ἡμῶν ἐν τῷ βουνῷ τῷ ʼΕχελὰ, κατὰ πρόσωπον τοῦ Ἰεσσεμοῦ.
2 Samuel 7:8Καὶ νῦν τάδε ἐρεῖς τῷ δούλῳ μου Δαυὶδ, τάδε λέγει Κύριος παντοκράτωρ, ἔλαβόν σε ἐκ τῆς μάνδρας τῶν προβάτων, τοῦ εἶναί σε εἰς ἡγούμενον ἐπὶ τὸν λαόν μου ἐπὶ τὸν Ἰσραὴλ,
1 Chronicles 17:23Καὶ νῦν, Κύριε, ὁ λόγος σου ὅν ἐλάλησας πρὸς τὸν παῖδά σου καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ, πιστωθήτω ἕως αἰῶνος· καὶ ποιήσον καθὼς ἐλάλησας,