2 Παραλειπομένων 3:1
Καὶ οὗτοι ἦσαν υἱοὶ Δαυὶδ οἱ τεχθέντες αὐτῷ ἐν Χεβρών· ὁ πρωτότοκος Ἀμνὼν τῇ Ἀχιναὰμ τῇ Ἰεζραηλίτιδι· ὁ δεύτερος Δαμνιὴλ τῇ Ἀβιγαίᾳ τῇ Καρμηλίᾳ·
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
2Ὁ τρίτος Ἀβεσσαλὼμ, υἱὸς Μωχὰ θυγατρὸς Θολμαῒ βασιλέως Γεδσούρ· ὁ τέταρτος Ἀδωνία υἱὸς Ἀγγίθ·
Read all of 2 Παραλειπομένων 3
Cross References
Joshua 15:56καὶ Ἰαριὴλ, καὶ Ἀρικὰμ, καὶ Ζακαναῒμ,
1 Samuel 27:3Καὶ ἐκάθισε Δαυὶδ μετὰ Ἀγχοῦς, αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ ἕκαστος καὶ ὁ οἶκος αὐτοῦ, καὶ Δαυὶδ καὶ ἀμφότεραι αἱ γυναῖκες αὐτοῦ, Ἀχινάαμ Ἰεζραηλίτις καὶ Ἀβιγαία ἡ γυνὴ Νάβαλ τοῦ Καρμηλίου.
2 Samuel 3:2Καὶ ἐτέχθησαν τῷ Δαυὶδ υἱοὶ ἐν Χεβρών· καὶ ἦν ὁ πρωτότοκος αὐτοῦ Ἀμνὼν τῆς Ἀχινόομ τῆς Ἰεζραηλίτιδος.
2 Samuel 13:1Καὶ ἐγενήθη μετὰ ταῦτα καὶ τῷ Ἀβεσσαλὼμ υἱῷ Δαυὶδ ἀδελφὴ καλὴ τῷ εἴδει σφόδρα, καὶ ὄνομα αὐτῇ Θημὰρ, καὶ ἠγάπησεν αὐτὴν Ἀμνὼν υἱὸς Δαυίδ.
1 Chronicles 28:5Καὶ ἀπὸ πάντων τῶν υἱῶν μου, ὅτι πολλοὺς υἱοὺς ἔδωκέ μοι Κύριος, ἐξελέξατο ἐν Σαλωμὼν τῷ υἱῷ μου καθίσαι αὐτὸν ἐπὶ θρόνου βασιλείας Κυρίου ἐπὶ τὸν Ἰσραήλ.