2 Παραλειπομένων 3:14
Ἀμὼν υἱὸς αὐτοῦ, Ἰωσία υἱὸς αὐτοῦ.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
13Ἄχαζ υἱὸς αὐτοῦ, Ἐζεκίας υἱὸς αὐτοῦ, Μανασσῆς υἱὸς αὐτοῦ,
15Καὶ υἱοὶ Ἰωσία, πρωτότοκος Ἰωανὰν, ὁ δεύτερος Ἰωακεὶμ, ὁ τρίτος Σεδεκίας, ὁ τέταρτος Σαλούμ.
Read all of 2 Παραλειπομένων 3
Cross References
2 Kings 21:19Υἱὸς εἴκοσι καὶ δύο ἐτῶν Ἀμὼς ἐν τῷ βασιλεύειν αὐτόν, καὶ δύο ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Μεσολλάμ, θυγάτηρ Ἀροὺς ἐξ Ἰετέβα.
2 Kings 23:30Καὶ ἐπεβίβασαν αὐτὸν οἱ παῖδες αὐτοῦ νεκρὸν ἐκ Μαγεδδὼ, καὶ ἤγαγον αὐτὸν εἰς Ἱερουσαλὴμ, καὶ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ αὐτοῦ· καὶ ἔλαβεν ὁ λαὸς τῆς γῆς τὸν Ἰωάχαζ υἱὸν Ἰωσίου, καὶ ἔχρισαν αὐτὸν, καὶ ἐβασίλευσαν αὐτὸν ἀντὶ τοῦ πατρὸς αὐτοῦ.
2 Kings 24:17Καὶ ἐβασίλευσε βασιλεὺς Βαβυλῶνος τὸν Βατθανίαν υἱὸν αὐτοῦ ἀντʼ αὐτοῦ, καὶ ἐπέθηκε τὸ ὄνομα αὐτοῦ, Σεδεκία.
2 Chronicles 34:1Ὢν ὀκτὼ ἐτῶν Ἰωσίας ἐν τῷ βασιλεῦσαι αὐτὸν, καὶ τριάκοντα καὶ ἓν ἔτος ἐβασίλευσεν ἐν Ἱερουσαλήμ.
2 Chronicles 36:5Ὢν εἴκοσι καὶ πέντε ἐτῶν Ἰωακὶμ ἐν τῷ βασιλεύειν αὐτὸν, καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλὴμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ζεχωρὰ, θυγάτηρ Νηρίου ἐκ Ῥαμά. καὶ ἐποίησε τὸ πονηρὸν ἐναντίον Κυρίου κατὰ πάντα ὅσα ἐποίησαν οἱ πατέρες αὐτοῦ. Ἐν ταῖς ἡμέραις αὐτοῦ ἦλθε Ναβουχοδονόσορ ὁ βασιλεὺς Βαβυλῶνος εἰς τὴν γῆν, καὶ ἦν αὐτῷ δουλεύων τρία ἔτη, καὶ ἀπέστη ἀπʼ αὐτοῦ· καὶ ἀπέστειλε Κύριος ἐπʼ αὐτοὺς τοὺς Χαλδαίους, καὶ λῃστήρια Σύρων, καὶ λῃστήρια Μωαβιτῶν, καὶ υἱῶν Ἀμμὼν, καὶ τῆς Σαμαρείας, καὶ ἀπέστησαν μετὰ τὸν λόγον τοῦτον κατὰ τὸν λόγον Κυρίου ἐν χειρὶ τῶν παίδων αὐτοῦ τῶν προφητῶν· πλὴν θυμὸς Κυρίου ἦν ἐπὶ Ἰούδαν, τοῦ ἀποστῆναι αὐτὸν ἀπὸ προσώπου αὐτοῦ διὰ τὰς ἁμαρτίας Μανασσῆ ἐν πᾶσιν οἷς ἐποίησε, καὶ ἐν αἵματι ἀθώῳ ᾧ ἐξέχεεν Ἰωακὶμ, καὶ ἔπλησε τὴν Ἱερουσαλὴμ αἵματος ἀθώου, καὶ οὐκ ἠθέλησε Κύριος ἐξολοθρεῦσαι αὐτούς.
Jeremiah 22:11Διότι τάδε λέγει Κύριος ἐπὶ Σελλὴμ υἱὸν Ἰωσία τὸν βασιλεύοντα ἀντὶ Ἰωσίου τοῦ πατρὸς αὐτοῦ, ὃς ἐξῆλθεν ἐκ τοῦ τόπου τούτου· οὐκ ἀναστρέψει ἐκεῖ ἔτι,