2 Παραλειπομένων 5:1
Καὶ υἱοὶ Ῥουβὴν πρωτοτόκου Ἰσραήλ· ὅτι οὗτος ὁ πρωτότοκος, καὶ ἐν τῷ ἀναβῆναι ἐπὶ τὴν κοίτην τοῦ πατρὸς αὐτοῦ ἔδωκεν εὐλογίαν αὐτοῦ τῷ υἱῷ αὐτοῦ Ἰωσὴφ υἱῷ Ἰσραήλ, καὶ οὐκ ἐγενεαλογήθη εἰς πρωτοτοκεῖα,
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Read all of 2 Παραλειπομένων 5
Cross References
Genesis 25:23Καὶ εἶπε Κύριος αὐτῇ, δύο ἔθνη ἐν γαστρί σου εἰσὶ, καὶ δύο λαοὶ ἐκ τῆς κοιλίας σου διασταλήσονται· καὶ λαὸς λαοῦ ὑπερέξει, καὶ ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι.
Genesis 35:22Ἐγένετο δὲ ἡνίκα κατῴκησεν Ἰσραὴλ ἐν τῇ γῇ ἐκείνῃ, ἐπορεύθη Ῥουβὴν, καὶ ἐκοιμήθη μετὰ Βαλλὰς, τῆς παλλακῆς τοῦ πατρὸς αὐτοῦ Ἰακώβ· καὶ ἤκουσεν Ἰσραὴλ, καὶ πονηρὸν ἐφάνη ἐναντίον αὐτοῦ. Ἦσαν δὲ οἱ υἱοὶ Ἰακὼβ, δώδεκα.
Genesis 48:15Καὶ εὐλόγησεν αὐτοὺς, καὶ εἶπεν, ὁ Θεὸς, ᾧ εὐηρέστησαν οἱ πατέρες μου ἐνώπιον αὐτοῦ, Ἁβραὰμ καὶ Ἰσαὰκ, ὁ Θεὸς ὁ τρέφων με ἐκ νεότητος ἕως τῆς ἡμέρας ταύτης,
Exodus 6:14Καὶ οὗτοι ἀρχηγοὶ οἴκων πατριῶν αὐτῶν· υἱοὶ Ῥουβὴν, πρωτοτόκου Ἰσραήλ· Ἑνὼχ, καὶ Φαλλοὺς, Ἀσρὼν, καὶ Χαρμεί· αὕτη ἡ συγγένεια Ῥουβήν.
Leviticus 20:11Καὶ ἐάν τις κοιμηθῇ μετὰ γυναικὸς τοῦ πατρὸς αὐτοῦ, ἀσχημοσύνην τοῦ πατρὸς αὐτοῦ ἀπεκάλυσε· θανάτῳ θανατούσθωσαν ἀμφότεροι, ἔνοχοί εἰσι.
Numbers 16:1Καὶ ἐλάλησε Κορὲ υἱὸς Ἰσαὰρ υἱοῦ Καὰθ υἱοῦ Λευί, καὶ Δαθὰν καὶ Ἀβειρὼν υἱοὶ Ἐλιάβ, καὶ Αὒν υἱὸς Φαλὲθ υἱοῦ Ῥουβήν·