2 Παραλειπομένων 6:53
καὶ τὴν Ἰεκμαὰν καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Βαιθωρὼν καὶ τὰ περισπόρια αὐτῆς,
μετάφραση των εβδομήκοντα
In The King James Version
Zadok his son, Ahimaaz his son.
In Context
54καὶ τὴν Αἰλὼν καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Γεθρεμμὼν καὶ τὰ περισπόρια αὐτῆς·
Read all of 2 Παραλειπομένων 6
Cross References
2 Samuel 8:17καὶ Σαδὼκ υἱὸς Ἀχιτὼβ καὶ Ἀχιμέλεχ υἱὸς Ἀβιάθαρ ἱερεῖς· καὶ Σασὰ ὁ γραμματεύς·
2 Samuel 15:35Καὶ ἰδοὺ ἐκεῖ μετὰ σοῦ Σαδὼκ καὶ Ἀβιάθαρ οἱ ἱερεῖς· καὶ ἔσται πὰν ῥῆμα ὁ ἐὰν ἀκούσῃς ἐξ οἴκου τοῦ βασιλέως, καὶ ἀπαγγελεῖς τῷ Σαδὼκ καὶ τῷ Ἀβιάθαρ τοῖς ἱερεῦσιν.
2 Samuel 20:25Καὶ Σουσὰ γραμματεύς· καὶ Σαδὼκ καὶ Ἀβιάθαρ ἱερεῖς·
1 Kings 1:26Καὶ ἐμὲ αὐτὸν τὸν δοῦλόν σου, καὶ Σαδὼκ τὸν ἱερέα, καὶ Βαναίαν υἱὸν Ἰωδαὲ, καὶ Σαλωμὼν τὸν δοῦλόν σου, οὐκ ἐκάλεσεν.
1 Kings 2:35Καὶ ἔδωκεν ὁ βασιλεὺς τὸν Βαναίου υἱὸν Ἰωδαὲ ἀντʼ αὐτοῦ ἐπὶ τὴν στρατηγίαν· καὶ ἡ βασιλεία κατωρθοῦτο ἐν Ἰερουσαλήμ· καὶ Σαδὼκ τὸν ἱερέα ἔδωκεν αὐτὸν ὁ βασιλεὺς εἰς ἱερέα πρῶτον ἀντὶ Ἀβιάθαρ. Καὶ Σαλωμὼς υἱὸς Δαυὶδ ἐβασίλευσεν ἐπὶ Ἰσραὴλ καὶ Ἰούδα ἐν Ἱερουσαλήμ· καὶ ἔδωκε Κύριος φρόνησιν τῷ Σαλωμὼν, καὶ σοφίαν πολλὴν σφόδρα, καὶ πλάτος καρδίας, ὡς ἡ ἄμμος ἡ παρὰ τὴν θάλασσαν. Καὶ ἐπληθύνθη ἡ φρόνησις Σαλωμὼν σφόδρα ὑπὲρ τὴν φρόνησιν πάντων υἱῶν ἀρχαίων, καὶ ὑπὲρ πάντας φρονίμους Αἰγύπτου· Καὶ ἔλαβε τὴν θυγατέρα Φαραὼ, καὶ εἰσήγαγεν αὐτὴν εἰς πόλιν Δαυὶδ ἕως συντελέσαι αὐτὸν οἰκοδομῆσαι τὸν οἶκον αὐτοῦ, καὶ τὸν οἶκον Κυρίου ἐν πρώτοις, καὶ τὸ τεῖχος Ἱερουσαλὴμ κυκλόθεν· ἐν ἑπτὰ ἔτεσιν ἐποίησε καὶ συνετέλεσε. Καὶ ἦν τῷ Σαλωμὼν ἐβδομήκοντα χιλιάδες αἴροντες ἄρσιν, καὶ ὀγδοήκοντα χιλιάδες λατόμων ἐν τῷ ὄρει· καὶ ἐποίησε Σαλωμὼν τὴν θάλασσαν, καὶ τὰ ὑποστηρίγματα, καὶ τοὺς λουτῆρας τοὺς μεγάλους, καὶ τοὺς στύλους, καὶ τἠν κρήνην τῆς αὐλῆς, καὶ τὴν θάλασσαν τὴν χαλκῆν· καὶ ᾠκοδόμησε τὴν ἄκραν ἔπαλξιν ἐπʼ αὐτῆς, διεκόψεν τὴν πόλιν Δαυίδ. οὕτως θυγάτηρ Φαραὼ ἀνέβαινεν ἐκ τῆς πόλεως Δαυὶδ εἰς τὸν οἶκον αὐτῆς, ὃν ᾠκοδόμησεν αὐτῇ· τότε ᾠκοδόμησε τὴν ἄκραν· καὶ Σαλωμὼν ἀνέφερε τρεῖς ἐν τῷ ἐνιαυτῷ ὁλοκαυτώσεις καὶ εἰρηνικὰς ἐπὶ τὸ θυσιαστήριον ὃ ᾠκοδόμησε τῷ Κυρίῳ, καὶ ἐθυμία ἐνώπιον Κυρίου, καὶ συνετέλεσε τὸν οἶκον. Καὶ οὗτοι οἱ ἄρχοντες οἱ καθεσταμένοι ἐπὶ τὰ ἔργα τοῦ Σαλωμὼν, τρεῖς χιλιάδες καὶ ἑξακόσιοι ἐπιστάται τοῦ λαοῦ τῶν ποιούντων τὰ ἔργα· καὶ ᾠκοδόμησε τὴν Ἀσσοὺρ, καὶ τὴν Μαγδὼ, καὶ τὴν Γαζὲρ, καὶ τὴν Βαιθωρὼν ἐπάνω, καὶ τὰ Βαλλάθ· πλὴν μετὰ τὸ οἰκοδομῆσαι αὐτὸν τὸν οἶκον τοῦ Κυρίου, καὶ τὸ τεῖχος Ἱερουσαλὴμ κύκλῳ, μετὰ ταῦτα ᾠκοδόμησε τὰς πόλεις ταύτας. Καὶ ἐν τῷ ἔτι Δαυὶδ ζῇν, ἐνετείλατο τῷ Σαλωμὼν, λέγων, ἰδοὺ μετὰ σοῦ Σεμεῒ υἱὸς Γηρὰ υἱὸς τοῦ σπέρματος τοῦ Ἰεμινὶ ἐκ Χεβρών· οὗτος κατηράσατό με κατάραν ὀδυνηρὰν ἐν ᾗ ἡμέρᾳ ἐπορευόμην εἰς παρεμβολάς· καὶ αὐτὸς κατέβαινεν εἰς ἀπαντήν μοι ἐπὶ τὸν Ἰορδάνην, καὶ ὤμοσα αὐτῷ κατὰ τοῦ Κυρίου, λέγων, εἰ θανατωθήσεται ἐν ῥομφαίᾳ· καὶ νῦν μὴ ἀθωώσῃς αὐτὸν, ὅτι ἀνὴρ φρόνιμος σύ· καὶ γνώσῃ ἃ ποιήσεις αὐτῷ, καὶ κατάξεις τὴν πολιὰν αὐτοῦ ἐν αἵματι εἰς ᾅδου.
1 Chronicles 6:8Ἑλκανὰ υἱὸς αὐτοῦ, Ἀβισὰφ υἱὸς αὐτοῦ, Ἀσὴρ υἱὸς αὐτοῦ,