1 Kings 1:13
Δεῦρο εἴσελθε πρὸς τὸν βασιλέα Δαυὶδ, καὶ ἐρεῖς πρὸς αὐτὸν, λέγουσα, οὐχὶ σὺ κύριέ μου βασιλεῦ ὤμοσας τῇ δούλῃ σου, λέγων, ὅτι ὁ υἱός σου Σαλωμὼν βασιλεύσει μετʼ ἐμέ, καὶ αὐτὸς καθιεῖται ἐπὶ τοῦ θρόνου μου; καὶ τί ὅτι ἐβασίλευσεν Ἀδωνίας;
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Deuteronomy 17:18Καὶ ὅταν καθίσῃ ἐπὶ τῆς ἀρχῆς αὐτοῦ, καὶ γράψει αὑτῷ τὸ δευτερονόμιον τοῦτο εἰς βιβλίον παρὰ τῶν ἱερέων τῶν Λευιτῶν,
1 Kings 1:17Ἡ δὲ εἶπε, κύριε, σὺ ὤμοσας ἐν Κυρίῳ τῷ Θεῷ σου τῇ δούλῃ σου, λέγων, ὅτι ὁ υἱός σου Σαλωμὼν βασιλεύσει μετʼ ἐμέ, καὶ καθήσεται ἐπὶ τοῦ θρόνου μου.
1 Kings 1:30ὅτι καθὼς ὤμοσά σοι ἐν Κυρίῳ Θεῷ Ἰσραὴλ, λέγων, ὅτι Σαλωμὼν ὁ υἱός σου βασιλεύσει μετʼ ἐμὲ, καὶ αὐτὸς καθήσεται ἐπὶ τοῦ θρόνου μου ἀντʼ ἐμοῦ, ὅτι οὕτω ποιήσω τῇ ἡμέρᾳ ταύτῃ.
1 Kings 1:48Καί γε οὕτως εἶπεν ὁ βασιλεύς, εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ, ὃς ἔδωκε σήμερον ἐκ τοῦ σπέρματός μου καθήμενον ἐπὶ τοῦ θρόνου μου, καὶ οἱ ὀφθαλμοί μου βλέπουσι.
1 Chronicles 22:6Καὶ ἐκάλεσε Σαλωμὼν τὸν υἱὸν αὐτοῦ, καὶ ἐνετείλατο αὐτῷ τοῦ οἰκοδομῆσαι τὸν οἶκον τῷ Κυρίῳ Θεῷ Ἰσραήλ.
1 Chronicles 29:23Καὶ ἐκάθισε Σαλωμὼν ἐπὶ θρόνου Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ εὐδοκήθη, καὶ ὑπήκουσαν αὐτοῦ πᾶς Ἰσραήλ.