1 Kings 1:29
Καὶ ὤμοσεν ὁ βασιλεὺς, καὶ εἶπε, ζῇ Κύριος ὃς ἐλυτρώσατο τὴν ψυχήν μου ἐκ πάσης θλίψεως,
μετάφραση των εβδομήκοντα
In The King James Version
And the king sware, and said, As the LORD liveth, that hath redeemed my soul out of all distress,
In Context
Cross References
Judges 8:19Καὶ εἶπε Γεδεὼν, ἀδελφοί μου καὶ υἱοὶ τῆς μητρός μου ἦσαν· ζῇ Κύριος· εἰ ἐζωογονήκειτε αὐτοὺς, οὐκ ἂν ἀπέκτεινα ὑμᾶς.
1 Samuel 14:45Καὶ εἶπεν ὁ λαὸς πρὸς Σαοὺλ, εἰ σήμερον θανατωθήσεται ὁ ποιήσας τὴν σωτηρίαν τὴν μεγάλην ταύτην ἐν Ἰσραήλ; ζῇ Κύριος, εἰ πεσεῖται τριχὸς τῆς κεφαλῆς αὐτοῦ ἐπὶ τὴν γῆν, ὅτι ὁ λαὸς τοῦ Θεοῦ ἐποίησε τὴν ἡμέραν ταύτην· καὶ προσηύξατο ὁ λαὸς περὶ Ἰωνάθαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ οὐκ ἀπέθανε.
1 Samuel 20:21Καὶ ἰδοὺ ἀποστέλλω τὸ παιδάριον, λέγων, δεῦρο, εὗρέ μοι τὴν σχίζαν. Ἐὰν εἴπω λέγων τῷ παιδαρίῳ, ὧδε ἡ σχίζα ἀπὸ σοῦ καὶ ὧδε, λάβε αὐτήν· παραγίνου, ὅτι εἰρήνη σοι, καὶ οὐκ ἔστι λόγος, ζῇ Κύριος·
2 Samuel 12:5Καὶ ἐθυμώθη ὀργῇ Δαυὶδ σφόδρα τῷ ἀνδρὶ, καὶ εἶπε Δαυὶδ πρὸς Νάθαν, ζῇ Κύριος, ὅτι υἱὸς θανάτου ὁ ἀνὴρ ὁ ποιήσας τοῦτο·
1 Kings 17:1Καὶ εἶπεν Ἠλιοὺ ὁ προφήτης Θεσβίτης ὁ ἐκ Θεσβῶν τῆς Γαλαὰδ πρὸς Ἀχαὰβ, ζῇ Κύριος ὁ Θεὸς τῶν δυνάμεων ὁ Θεὸς Ἰσραὴλ, ᾧ παρέστην ἐνώπιον αὐτοῦ, εἰ ἔσται τὰ ἔτη ταῦτα δρόσος καὶ ὑετὸς, ὅτι εἰ μὴ διὰ στόματος λόγου μου.
2 Kings 4:30Καὶ εἶπεν ἡ μήτηρ τοῦ παιδαρίου, ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐνκαταλείψω σε· καὶ ἀνέστη Ἑλισαιὲ, καὶ ἐπορεύθη ὀπίσω αὐτῆς.