The Bible Software
bible.software › 1 Kings › 1 Kings 1 › 1 Kings 1:8

1 Kings 1:8

Καὶ Σαδὼκ ὁ ἱερεὺς, καὶ Βαναίας υἱὸς Ἰωδαὲ, καὶ Νάθαν ὁ προφήτης, καὶ Σεμεῒ, καὶ Ῥησὶ, καὶ υἱοὶ δυνατοὶ τοῦ Δαυὶδ, οὐκ ἦσαν ὀπίσω Ἀδωνίου.

μετάφραση των εβδομήκοντα

In The King James Version

But Zadok the priest, and Benaiah the son of Jehoiada, and Nathan the prophet, and Shimei, and Rei, and the mighty men which belonged to David, were not with Adonijah.

In Context

7Καὶ ἐγένοντο οἱ λόγοι αὐτοῦ μετὰ Ἰωὰβ τοῦ υἱοῦ Σαρουίας, καὶ μετὰ Ἀβιάθαρ τοῦ ἱερέως, καὶ ἐβοήθουν ὀπίσω Ἀδωνίου.

9Καὶ ἐθυσίασεν Ἀδωνίας πρόβατα καὶ μόσχους καὶ ἄρνας μετὰ αἰθῆ τοῦ Ζωελεθὶ, ὃς ἦν ἐχόμενα τῆς Ῥωγήλ· καὶ ἐκάλεσε πάντας τοὺς ἀδελφοὺς αὐτοῦ, καὶ πάντας τοὺς ἁδροὺς Ἰούδα παῖδας τοῦ βασιλέως.

Read all of 1 Kings 1

Cross References

2 Samuel 7:2καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Νάθαν τὸν προφήτην, ἰδοὺ δὴ ἐγὼ κατοικῶ ἐν οἴκῳ κεδρίνῳ, καὶ ἡ κιβωτὸς τοῦ Θεοῦ κάθηται ἐν μέσῳ τῆς σκηνῆς.

2 Samuel 8:17καὶ Σαδὼκ υἱὸς Ἀχιτὼβ καὶ Ἀχιμέλεχ υἱὸς Ἀβιάθαρ ἱερεῖς· καὶ Σασὰ ὁ γραμματεύς·

2 Samuel 12:25Καὶ ἀπέστειλεν ἐν χειρὶ Νάθαν τοῦ προφήτου, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰεδδεδὶ, ἕνεκεν Κυρίου.

2 Samuel 20:25Καὶ Σουσὰ γραμματεύς· καὶ Σαδὼκ καὶ Ἀβιάθαρ ἱερεῖς·

1 Kings 2:35Καὶ ἔδωκεν ὁ βασιλεὺς τὸν Βαναίου υἱὸν Ἰωδαὲ ἀντʼ αὐτοῦ ἐπὶ τὴν στρατηγίαν· καὶ ἡ βασιλεία κατωρθοῦτο ἐν Ἰερουσαλήμ· καὶ Σαδὼκ τὸν ἱερέα ἔδωκεν αὐτὸν ὁ βασιλεὺς εἰς ἱερέα πρῶτον ἀντὶ Ἀβιάθαρ. Καὶ Σαλωμὼς υἱὸς Δαυὶδ ἐβασίλευσεν ἐπὶ Ἰσραὴλ καὶ Ἰούδα ἐν Ἱερουσαλήμ· καὶ ἔδωκε Κύριος φρόνησιν τῷ Σαλωμὼν, καὶ σοφίαν πολλὴν σφόδρα, καὶ πλάτος καρδίας, ὡς ἡ ἄμμος ἡ παρὰ τὴν θάλασσαν. Καὶ ἐπληθύνθη ἡ φρόνησις Σαλωμὼν σφόδρα ὑπὲρ τὴν φρόνησιν πάντων υἱῶν ἀρχαίων, καὶ ὑπὲρ πάντας φρονίμους Αἰγύπτου· Καὶ ἔλαβε τὴν θυγατέρα Φαραὼ, καὶ εἰσήγαγεν αὐτὴν εἰς πόλιν Δαυὶδ ἕως συντελέσαι αὐτὸν οἰκοδομῆσαι τὸν οἶκον αὐτοῦ, καὶ τὸν οἶκον Κυρίου ἐν πρώτοις, καὶ τὸ τεῖχος Ἱερουσαλὴμ κυκλόθεν· ἐν ἑπτὰ ἔτεσιν ἐποίησε καὶ συνετέλεσε. Καὶ ἦν τῷ Σαλωμὼν ἐβδομήκοντα χιλιάδες αἴροντες ἄρσιν, καὶ ὀγδοήκοντα χιλιάδες λατόμων ἐν τῷ ὄρει· καὶ ἐποίησε Σαλωμὼν τὴν θάλασσαν, καὶ τὰ ὑποστηρίγματα, καὶ τοὺς λουτῆρας τοὺς μεγάλους, καὶ τοὺς στύλους, καὶ τἠν κρήνην τῆς αὐλῆς, καὶ τὴν θάλασσαν τὴν χαλκῆν· καὶ ᾠκοδόμησε τὴν ἄκραν ἔπαλξιν ἐπʼ αὐτῆς, διεκόψεν τὴν πόλιν Δαυίδ. οὕτως θυγάτηρ Φαραὼ ἀνέβαινεν ἐκ τῆς πόλεως Δαυὶδ εἰς τὸν οἶκον αὐτῆς, ὃν ᾠκοδόμησεν αὐτῇ· τότε ᾠκοδόμησε τὴν ἄκραν· καὶ Σαλωμὼν ἀνέφερε τρεῖς ἐν τῷ ἐνιαυτῷ ὁλοκαυτώσεις καὶ εἰρηνικὰς ἐπὶ τὸ θυσιαστήριον ὃ ᾠκοδόμησε τῷ Κυρίῳ, καὶ ἐθυμία ἐνώπιον Κυρίου, καὶ συνετέλεσε τὸν οἶκον. Καὶ οὗτοι οἱ ἄρχοντες οἱ καθεσταμένοι ἐπὶ τὰ ἔργα τοῦ Σαλωμὼν, τρεῖς χιλιάδες καὶ ἑξακόσιοι ἐπιστάται τοῦ λαοῦ τῶν ποιούντων τὰ ἔργα· καὶ ᾠκοδόμησε τὴν Ἀσσοὺρ, καὶ τὴν Μαγδὼ, καὶ τὴν Γαζὲρ, καὶ τὴν Βαιθωρὼν ἐπάνω, καὶ τὰ Βαλλάθ· πλὴν μετὰ τὸ οἰκοδομῆσαι αὐτὸν τὸν οἶκον τοῦ Κυρίου, καὶ τὸ τεῖχος Ἱερουσαλὴμ κύκλῳ, μετὰ ταῦτα ᾠκοδόμησε τὰς πόλεις ταύτας. Καὶ ἐν τῷ ἔτι Δαυὶδ ζῇν, ἐνετείλατο τῷ Σαλωμὼν, λέγων, ἰδοὺ μετὰ σοῦ Σεμεῒ υἱὸς Γηρὰ υἱὸς τοῦ σπέρματος τοῦ Ἰεμινὶ ἐκ Χεβρών· οὗτος κατηράσατό με κατάραν ὀδυνηρὰν ἐν ᾗ ἡμέρᾳ ἐπορευόμην εἰς παρεμβολάς· καὶ αὐτὸς κατέβαινεν εἰς ἀπαντήν μοι ἐπὶ τὸν Ἰορδάνην, καὶ ὤμοσα αὐτῷ κατὰ τοῦ Κυρίου, λέγων, εἰ θανατωθήσεται ἐν ῥομφαίᾳ· καὶ νῦν μὴ ἀθωώσῃς αὐτὸν, ὅτι ἀνὴρ φρόνιμος σύ· καὶ γνώσῃ ἃ ποιήσεις αὐτῷ, καὶ κατάξεις τὴν πολιὰν αὐτοῦ ἐν αἵματι εἰς ᾅδου.

1 Chronicles 11:10καὶ οὗτοι οἱ ἄρχοντες τῶν δυνατῶν, οἳ ἦσαν τῷ Δαυὶδ, οἱ κατισχύοντες μετʼ αὐτοῦ ἐν τῇ βασιλείᾳ αὐτοῦ μετὰ παντὸς Ἰσραὴλ, τοῦ βασιλεῦσαι αὐτὸν κατὰ τὸν λόγον Κυρίου ἐπὶ Ἰσραήλ.

This Verse In Other Editions

King James VersionBíblia Portuguesa MundialLuther Bibel (Deutsch)Bible Louis Segond (Français)Библия (Русский)新标点和合本성경 (한국어)الكتاب المقدس باللغة العربية، فان دايكBibbia Diodati (Italiano)Kinh Thánh (Tiếng Việt)Biblia Cornilescu (Română)Polish Biblia Gdanska (1881)Statenvertaling (Nederlands)

Study 1 Kings 1:8

Matthew HenryJamieson-Fausset-BrownAdam ClarkeJohn WesleyJohn CalvinKeil and DelitzschScofieldFamily Bible NotesGeneva Bible Notes (1599)
← 1 Kings 1:71 Kings 11 Kings 1:9 →