1 Kings 11:36
Τῷ δὲ υἱῷ αὐτοῦ δώσω τὰ δύο σκῆπτρα, ὅπως ᾖ θέσις τῷ δούλῳ μου Δαυὶδ πάσας τὰς ἡμέρας ἐνώπιον ἐμοῦ ἐν Ἱερουσαλὴμ τῇ πόλει, ἣν ἐξελεξάμην ἐμαυτῷ τοῦ θέσθαι τὸ ὄνομά μου ἐκεῖ.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
35Καὶ λήψομαι τὴν βασιλείαν ἐκ χειρὸς τοῦ υἱοῦ αὐτοῦ, καὶ δώσω σοι τὰ δέκα σκῆπτρα.
37Καὶ σὲ λήψομαι, καὶ βασιλεύσεις ἐν οἷς ἐπιθυμεῖ ἡ ψυχή σου, καὶ σὺ ἔσῃ βασιλεὺς ἐπὶ τὸν Ἰσραήλ.
Cross References
2 Samuel 7:29Καὶ νῦν ἄρξαι καὶ εὐλόγησον τὸν οἶκον τοῦ δούλου σου, τοῦ εἶναι εἰς τὸν αἰῶνα ἐνώπιόν σου· ὅτι σὺ Κύριέ μου Κύριε ἐλάλησας, καὶ ἀπὸ τῆς εὐλογίας σου εὐλογηθήσεται ὁ οἶκος τοῦ δούλου σου τοῦ εἶναι εἰς τὸν αἰῶνα.
1 Kings 2:4Ἵνα στήσῃ Κύριος τὸν λόγον αὐτοῦ ὃν ἐλάλησε, λέγων, ἐὰν φυλάξωσιν οἱ υἱοί σου τὴν ὁδὸν αὐτῶν πορεύεσθαι ἐνώπιόν μου ἐν ἀληθείᾳ, ἐν ὅλῃ καρδίᾳ αὐτῶν, λέγων, οὐκ ἐξολοθρευθήσεταί σοι ἀνὴρ ἐπάνωθεν θρόνου Ἰσραήλ.
1 Kings 9:3Καὶ εἶπε πρὸς αὐτὸν Κύριος, ἤκουσα τῆς φωνῆς τῆς προσευχῆς σου, καὶ τῆς δεήσεώς σου ἧς ἐδεήθης ἐνώπιόν μου· πεποίηκά σοι κατὰ πᾶσαν τὴν προσευχήν σου· ἡγίακα τὸν οἶκον τοῦτον ὃν ᾠκοδόμησας τοῦ θέσθαι τὸ ὄνομά μου ἐκεῖ εἰς τὸν αἰῶνα, καὶ ἔσονται οἱ ὀφθαλμοί μου ἐκεῖ καὶ ἡ καρδία μου πάσας τὰς ἡμέρας.
1 Kings 11:32Καὶ δύο σκῆπτρα ἔσονται αὐτῷ διὰ τὸν δοῦλόν μου Δαυὶδ, καὶ διὰ Ἱερουσαλὴμ τὴν πόλιν ἣν ἐξελεξάμην ἐν αὐτῇ ἐκ πασῶν φυλῶν Ἰσραήλ.
2 Kings 8:19Καὶ οὐκ ἠθέλησε Κύριος διαφθεῖραι τὸν Ἰούδαν διὰ Δαυὶδ τὸν δοῦλον αὐτοῦ, καθὼς εἶπε δοῦναι αὐτῷ λύχνον καὶ τοῖς υἱοῖς αὐτοῦ πάσας τὰς ἡμέρας.
2 Chronicles 21:7Καὶ οὐκ ἐβούλετο Κύριος ἐξολοθρεῦσαι τὸν οἶκον Δαυὶδ, διὰ τὴν διαθήκην ἣν διέθετο τῷ Δαυὶδ, καὶ ὡς εἶπεν αὐτῷ δοῦναι αὐτῷ λύχνον καὶ τοῖς υἱοῖς αὐτοῦ πάσας τὰς ἡμέρας.