1 Kings 11:43
Καὶ ἐκοιμήθη Σαλωμὼν μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν ἐν πόλει Δαυὶδ τοῦ πατρὸς αὐτοῦ· καὶ ἐγενήθη ὡς ἤκουσεν Ἱεροβοὰμ υἱὸς Ναβὰτ, καὶ αὐτοῦ ἔτι ὄντος ἐν Αἰγύπτῳ ὡς ἔφυγεν ἐκ προσώπου Σαλωμὼν καὶ ἐκάθητο ἐν Αἰγύπτῳ, κατευθύνει καὶ ἔρχεται εἰς τὴν πόλιν αὐτοῦ εἰς τὴν γῆν Σαριρὰ τὴν ἐν ὄρει Ἐφραίμ. Καὶ ὁ βασιλεὺς Σαλωμὼν ἐκοιμήθη μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐβασίλευσε Ῥοβοὰμ ὁ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
42Καὶ αἱ ἡμέραι ἃς ἐβασίλευε Σαλωμὼν ἐν Ἱερουσαλὴμ ἐπὶ πάντα Ἰσραὴλ τεσσαράκοντα ἔτη.
Cross References
1 Kings 1:21Καὶ ἔσται ὡς ἂν κοιμηθῇ ὁ κύριός μου ὁ βασιλεὺς μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔσομαι ἐγὼ καὶ Σαλωμὼν ὁ υἱός μου ἁμαρτωλοί.
1 Kings 14:31Καὶ ἐκοιμήθη Ῥοβοὰμ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ θάπτεται μετὰ τῶν πατέρων αὐτοῦ, ἐν πόλει Δαυίδ· καὶ ἐβασίλευσεν Ἀβιοὺ ὁ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.
1 Kings 15:24Καὶ ἐκοιμήθη Ἀσὰ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ θάπτεται μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυίδ πατρὸς αὐτοῦ· καὶ βασιλεύει Ἰωσαφὰτ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.
1 Kings 22:40Καὶ ἐκοιμήθη Ἀχαὰβ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐβασίλευσεν Ὀχοζίας υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.
2 Kings 20:21Καὶ ἐκοιμήθη Ἐζεκίας μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐβασίλευσε Μανασσῆς υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.