1 Kings 13:5
Καὶ τὸ θυσιαστήριον ἐῤῥάγη, καὶ ἐξεχύθη ἡ πιότης ἀπὸ τοῦ θυσιαστηρίου, κατὰ τὸ τέρας ὃ ἔδωκεν ὁ ἄνθρωπος τοῦ Θεοῦ ἐν λόγῳ Κυρίου.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Exodus 9:18Ἰδοὺ ἐγὼ ὕω ταύτην τὴν ὥραν αὔριον χάλαζαν πολλὴν σφόδρα, ἥτις τοιαύτη οὐ γέγονεν ἐν Αἰγύπτῳ, ἀφʼ ἧς ἡμέρας ἔκτισται, ἕως τῆς ἡμέρας ταύτης.
Deuteronomy 18:22Ὅσα ἐὰν λαλήσῃ ὁ προφήτης ἐκεῖνος τῷ ὀνόματι Κυρίου, καὶ μὴ γένηται, καὶ μὴ συμβῇ, τοῦτο τὸ ῥῆμα ὃ οὐκ ἐλάλησε Κύριος, ἐν ἀσεβείᾳ ἐλάλησεν ὁ προφήτης ἐκεῖνος· οὐκ ἀφέξεσθε αὐτοῦ.
1 Kings 17:16Καὶ ἡ ὑδρία τοῦ ἀλεύρου οὐκ ἐξέλιπε, καὶ ὁ καψάκης τοῦ ἐλαίου οὐκ ἠλαττονήθη, κατὰ τὸ ῥῆμα Κυρίου ὃ ἐλάλησεν ἐν χειρὶ Ἠλιού.
1 Kings 22:35Καὶ ἐτροπώθη ὁ πόλεμος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ὁ βασιλεὺς ἦν ἑστηκὼς ἐπὶ τοῦ ἅρματος ἐξεναντίας Συρίας ἀπὸ πρωῒ ἕως ἑσπέρας, καὶ ἀπέχυνε τὸ αἷμα ἀπὸ τῆς πληγῆς εἰς τὸν κόλπον τοῦ ἅρματος, καὶ ἀπέθανεν ἑσπέρας, καὶ ἐξεπορεύετο τὸ αἷμα τῆς τροπῆς ἕως τοῦ κόλπου τοῦ ἅρματος.
Amos 3:14Διότι ἐν τῇ ἡμέρᾳ ὅταν ἐκδικῶ ἀσεβείας τοῦ Ἰσραὴλ ἐπʼ αὐτὸν, καὶ ἐκδικήσω ἐπὶ τὰ θυσιαστήρια Βαιθήλ· καὶ κατασκαφήσεται τὰ κέρατα τοῦ θυσιαστηρίου, καὶ πεσοῦνται ἐπὶ τὴν γῆν·