1 Kings 15:19
διάθου διαθήκην ἀναμέσον ἐμοῦ καὶ ἀναμέσον σοῦ, καὶ ἀναμέσον τοῦ πατρός μου καὶ τοῦ πατρός σου· ἰδοὺ ἐξαπέσταλκά σοι δῶρα ἀργύριον καὶ χρυσίον· δεῦρο, διασκέδασον τὴν διαθήκην σου τὴν πρὸς Βαασὰ βασιλέα Ἰσραὴλ, καὶ ἀναβήσεται ἀπʼ ἐμοῦ.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
2 Chronicles 16:3διάθου διαθήκην ἀναμέσον ἐμοῦ καὶ σοῦ, καὶ ἀναμέσον τοῦ πατρός μου καὶ ἀναμέσον τοῦ πατρός σου· ἰδοὺ ἀπέσταλκά σοι χρυσίον καὶ ἀργύριον· δεῦρο καὶ διασκέδασον ἀπʼ ἐμοῦ τὸν Βαασὰ βασιλέα Ἰσραὴλ, καὶ ἀπελθέτω ἀπʼ ἐμοῦ.
2 Chronicles 19:2Καὶ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτοῦ Ἰηοὺ ὁ τοῦ Ἀνανὶ ὁ προφήτης, καὶ εἶπεν αὐτῷ, βασιλεὺς Ἰωσαφὰτ, εἰ ἁμαρτωλῷ σὺ βοηθεῖς, ἢ μισουμένῳ ὑπὸ Κυρίου φιλιάζεις; διὰ τοῦτο ἐγένετο ἐπὶ σὲ ὀργὴ παρὰ Κυρίου.
Ezekiel 17:13Καὶ λήψεται ἐκ τοῦ σπέρματος τῆς βασιλείας, καὶ διαθήσεται πρὸς αὐτὸν διαθήκην, καὶ εἰσάξει αὐτὸν ἐν ἀρᾷ καὶ τοὺς ἡγεμόνας τῆς γῆς λήψεται,