1 Kings 15:29
Καὶ ἐγένετο ὡς ἐβασίλευσε, καὶ ἐπάταξεν ὅλον τὸν οἶκον Ἱεροβοὰμ, καὶ οὐχ ὑπελείπετο πᾶσαν πνοὴν τοῦ Ἱεροβοὰμ ἕως τοῦ ἐξολοθρεῦσαι αὐτὸν, κατὰ τὸ ῥῆμα Κυρίου ὃ ἐλάλησεν ἐν χειρὶ δούλου αὐτοῦ Ἀχιὰ τοῦ Σηλωνίτου·
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
28Καὶ ἐθανάτωσεν αὐτὸν Βαασὰ ἐν ἔτει τρίτῳ τοῦ Ἀσὰ υἱοῦ Ἀσὰ βασιλέως Ἰούδα, καὶ ἐβασίλευσεν.
Cross References
1 Kings 16:7Καὶ ἐν χειρὶ Ἰοὺ υἱοῦ Ἀνανὶ ἐλάλησε Κύριος ἐπὶ Βαασὰ καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ, πᾶσαν τὴν κακίαν ἣν ἐποίησεν ἐνώπιον Κυρίου τοῦ παροργίσαι αὐτὸν ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτου, τοῦ εἶναι κατὰ τὸν οἶκον Ἱεροβοὰμ, καὶ ὑπὲρ τοῦ πατάξαι αὐτόν.
1 Kings 21:22Καὶ προσῆλθεν ὁ προφήτης πρὸς βασιλέα Ἰσραὴλ, καὶ εἶπε, κραταιοῦ καὶ γνῶθι καὶ ἴδε τί ποιήσεις, ὅτι ἐπιστρέφοντος τοῦ ἐνιαυτοῦ υἱὸς Ἄδερ βασιλεὺς Συρίας ἀναβαίνει ἐπὶ σὲ.
2 Kings 9:9Καὶ δώσω τὸν οἶκον Ἀχαὰβ ὡς τὸν οἶκον Ἰεροβοὰμ υἱοῦ Ναβὰτ, καὶ ὡς τὸν οἶκον Βαασὰ υἱοῦ Ἀχιά.
2 Kings 10:10Ἴδετε ἀφφὼ, ὅτι οὐ πεσεῖται ἀπὸ τοῦ ῥήματος Κυρίου εἰς τὴν γῆν οὗ ἐλάλησε Κύριος ἐπὶ τὸν οἶκον Ἀχαάβ· καὶ Κύριος ἐποίησεν ὅσα ἐλάλησεν ἐν χειρὶ δούλου αὐτοῦ Ἠλιού.