1 Kings 16:26
Καὶ ἐπορεύθη ἐν πάσῃ ὁδῷ Ἱεροβοὰμ υἱοῦ Ναβὰτ, καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ αἷς ἐξήμαρτε τὸν Ἰσραὴλ, τοῦ παροργίσαι τὸν Κύριον Θεὸν Ἰσραὴλ ἐν τοῖς ματαίοις αὐτῶν.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
1 Kings 12:26Καὶ εἶπεν Ἱεροβοὰμ ἐν τῇ καρδίᾳ αὐτοῦ, ἰδοὺ νῦν ἐπιστρέψει ἡ βασιλεία εἰς οἴκον Δαυίδ·
1 Kings 16:2Ἀνθʼ ὧν ὕψωσά σε ἀπὸ τῆς γῆς, καὶ ἔδωκά σε ἡγούμενον ἐπὶ τὸν λαόν μου Ἰσραήλ, καὶ ἐπορεύθης ἐν τῇ ὁδῷ Ἱεροβοὰμ, καὶ ἐξήμαρτες τὸν λαόν μου τὸν Ἰσραὴλ, τοῦ παροργίσαι με ἐν τοῖς ματαίοις αὐτῶν,
1 Kings 16:13περὶ πασῶν τῶν ἁμαρτιῶν Βαασὰ καὶ Ἠλὰ τοῦ υἱοῦ αὐτοῦ, ὡς ἐξήμαρτε τὸν Ἰσραὴλ, τοῦ παροργίσαι Κύριον τὸν Θεὸν Ἰσραὴλ ἐν τοῖς ματαίοις αὐτῶν.
Psalms 31:6Ὑπὲρ ταύτης προσεύξεται πρὸς σὲ πᾶς ὅσιος ἐν καιρῷ εὐθέτῳ· πλὴν ἐν κατακλυσμῷ ὑδάτων πολλῶν πρὸς αὐτὸν οὐκ ἐγγιοῦσι.
Jeremiah 10:3Ὅτι τὰ νόμιμα τῶν ἐθνῶν μάταια· ξύλον ἐστὶν ἐκ τοῦ δρυμοῦ ἐκκεκομμένον, ἔργον τέκτονος, καὶ χώνευμα,
Jeremiah 14:22Μὴ ἔστιν ἐν εἰδώλοις τῶν ἐθνῶν ὑετίζων; καὶ εἰ ὁ οὐρανὸς δώσει πλησμονὴν αὐτοῦ, οὐχὶ σὺ εἶ αὐτός; καὶ ὑπομενοῦμέν σε Κύριε, ὅτι σὺ ἐποίησας πάντα ταῦτα.