1 Kings 18:19
Καὶ νῦν ἀπόστειλον, συνάθροισον πρὸς μὲ πάντα Ἰσραὴλ εἰς ὄρος τὸ Καρμήλιον, καὶ τοὺς προφήτας τῆς αἰσχύνης τετρακοσίους καὶ πεντήκοντα, καὶ τοὺς προφήτας τῶν ἀλσῶν τετρακοσίους ἐσθίοντας τράπεζαν Ἰεζάβελ.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
20Καὶ ἀπέστειλεν Ἀχαὰβ εἰς πάντα Ἰσραὴλ, καὶ ἐπισυνήγαγεπάντας τοὺς προφήτας εἰς ὄρος τὸ Καρμήλιον.
Cross References
Joshua 19:26καὶ Ἐλιμελὲχ, καὶ Ἀμιὴλ, καὶ Μαασά· καὶ συνάψει τῷ Καρμήλῳ κατὰ θάλασσαν, καὶ τῷ Σιὼν, καὶ Λαβανάθ.
1 Kings 15:13Καὶ τὴν Ἀνὰ τὴν μητέρα ἑαυτοῦ μετέστησε τοῦ μὴ εἶναι ἡγουμένην, καθὼς ἐποίησε σύνοδον ἐν τῷ ἄλσει αὐτῆς· καὶ ἐξέκοψεν Ἀσὰ τὰς καταδύσεις αὐτῆς, καὶ ἐνέπρησε πυρὶ ἐν τῷ χειμάῤῥῳ τῶν Κέδρων.
1 Kings 18:22Καὶ εἶπεν Ἠλιοὺ πρὸς τὸν λαόν, ἐγὼ ὑπολέλειμμαι προφήτης τοῦ Κυρίου μονώτατος· καὶ οἱ προφῆται τοῦ Βάαλ τετρακόσιοι καὶ πεντήκοντα ἄνδρες, καὶ οἱ προφῆται τοῦ ἄλσους τετρακόσιοι·
1 Kings 19:1Καὶ ἀνήγγειλεν Ἀχαὰβ τῇ Ἰεζάβελ γυναικὶ αὐτοῦ πάντα ἃ ἐποίησεν Ἠλιοὺ, καὶ ὡς ἀπέκτεινε τοὺς προφήτας ἐν ῥομφαίᾳ.
2 Kings 2:25Καὶ ἐπορεύθη ἐκεῖθεν εἰς τὸ ὄρος τὸ Καρμήλιον, κᾀκεῖθεν ἐπέστρεψεν εἰς Σαμάρειαν.
2 Kings 9:22Καὶ ἐγένετο ὡς εἶδεν Ἰωρὰμ τὸν Ἰοὺ, καὶ εἶπεν, ἡ εἰρήνη Ἰοὺ; καὶ εἶπεν Ἰού, τί εἰρήνη; ἔτι αἱ πορνεῖαι Ἰεζάβελ τῆς μητρός σου καὶ τὰ φάρμακα αὐτῆς τὰ πολλά.