1 Kings 18:40
Καὶ εἶπεν Ἠλιοὺ πρὸς τὸν λαὸν, συλλάβετε τοὺς προφήτας τοῦ Βάαλ, μηδεὶς σωθήτω ἐξ αὐτῶν· καὶ συνελαβον αὐτοὺς, καὶ κατάγει αὐτοὺς Ἠλιοὺ εἰς τὸν χειμάῤῥουν Κισσῶν, καὶ ἔσφαξεν αὐτοὺς ἐκεῖ.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
39Καὶ ἔπεσε πᾶς ὁ λαὸς ἐπὶ πρόσωπον αὐτῶν, καὶ εἶπον, ἀληθῶς Κύριος ὁ Θεὸς αὐτὸς ὁ Θεός.
41Καὶ εἶπεν Ἠλιοὺ τῷ Ἀχαὰβ, ἀνάβηθι, καὶ φάγε καὶ πίε, ὅτι φωνὴ τῶν ποδῶν τοῦ ὑετοῦ.
Cross References
Deuteronomy 13:5Ὀπίσω Κυρίου τοῦ Θεοῦ ὑμῶν πορεύεσθε, καὶ τοῦτον φοβηθήσεσθε, καὶ τῆς φωνῆς αὐτοῦ ἀκούσεσθε, καὶ αὐτῷ προστεθήσεσθε.
Deuteronomy 18:20Πλὴν ὁ προφήτης ὃς ἂν ἀσεβήσῃ λαλῆσαι ἐπὶ τῷ ὀνόματί μου ῥῆμα ὃ οὐ προσέταξα λαλῆσαι, καὶ ὃς ἂν λαλήσῃ ἐν ὀνόματι θεῶν ἑτέρων, ἀποθανεῖται ὁ προφήτης ἐκεῖνος.
Judges 4:13Καὶ ἐκάλεσε Σισάρα πάντα τὰ ἅρματα αὐτοὺ ἐννακόσια ἅρματα σιδηρᾶ, καὶ πάντα τὸν λαὸν τὸν μετʼ αὐτοῦ ἀπὸ Ἀρισὼθ τῶν ἐθνῶν εἰς τὸν χειμάῤῥουν Κισῶν.
1 Kings 19:1Καὶ ἀνήγγειλεν Ἀχαὰβ τῇ Ἰεζάβελ γυναικὶ αὐτοῦ πάντα ἃ ἐποίησεν Ἠλιοὺ, καὶ ὡς ἀπέκτεινε τοὺς προφήτας ἐν ῥομφαίᾳ.
2 Kings 10:25Καὶ ἐγένετο ὡς συνετέλεσε ποιῶν τὴν ὁλοκαύτωσιν, καὶ εἶπεν Ἰοὺ τοῖς παρατρέχουσιν καὶ τοῖς τριστάταις, εἰσελθόντες πατάξατε αὐτοὺς, μὴ ἐξελθάτω ἐξ αὐτῶν ἀνήρ· καὶ ἐπάταξαν αὐτοὺς ἐν στόματι ῥομφαίας, καὶ ἔῤῥιψαν οἱ παρατρέχοντες καὶ οἱ τριστάται, καὶ ἐπορεύθησαν ἕως πόλεως οἴκου τοῦ Βάαλ.
2 Chronicles 23:17Καὶ εἰσῆλθε πᾶς ὁ λαὸς τῆς γῆς εἰς οἶκον Βάαλ, καὶ κατέσπασαν αὐτὸν καὶ τὰ θυσιαστήρια αὐτοῦ, καὶ τὰ εἴδωλα αὐτοῦ ἐλέπτυναν, καὶ τὸν Ματθὰν ἱερέα Βάαλ ἐθανάτωσαν ἐναντίον τῶν θυσιαστηρίων αὐτοῦ.