1 Kings 19:16
Καὶ τὸν Ἰοὺ υἱὸν Ναμεσσὶ χρίσεις εἰς βασιλέα ἐπὶ Ἰσραήλ· καὶ τὸν Ἑλισαιὲ υἱὸν Σαφὰτ χρίσεις εἰς προφήτην ἀντὶ σοῦ.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
1 Kings 1:34καὶ χρισάτω αὐτὸν ἐκεῖ Σαδὼκ ὁ ἱερεὺς καὶ Νάθαν ὁ προφήτης εἰς βασιλέα ἐπὶ Ἰσραὴλ, καὶ σαλπίσατε κερατίνῃ, καὶ ἐρεῖτε, ζήτω ὁ βασιλεὺς Σαλωμών.
1 Kings 19:19Καὶ ἀπῆλθεν ἐκεῖθεν καὶ εὑρίσκει τὸν Ἑλισαιὲ υἱὸν Σαφὰτ, καὶ αὐτὸς ἠροτρία ἐν βουσί· δώδεκα ζεύγη ἐνώπιον αὐτοῦ, καὶ αὐτὸς ἐν τοῖς δώδεκα· καὶ ἀπῆλθεν ἐπʼ αὐτὸν, καὶ ἐπέῥῥιψε τὴν μηλωτὴν αὐτοῦ ἐπʼ αὐτόν.
2 Kings 2:9Καὶ ἐγένετο ἐν τῷ διαβῆναι αὐτοὺς, καὶ Ἠλιοὺ εἶπε πρὸς Ἑλισαιὲ, αἴτησαι τί ποιήσω σοι πρὶν ἢ ἀναληφθῆναί με ἀπὸ σοῦ· καὶ εἶπεν Ἑλισαιὲ, γενηθήτω δὴ διπλᾶ ἐν πνεύματί σου ἐπʼ ἐμέ.
2 Kings 9:1Καὶ Ἐλισαιὲ ὁ προφήτης ἐκάλεσεν ἕνα τῶν υἱῶν τῶν προφητῶν, καὶ εἶπεν αὐτῷ, ζῶσαι τὴν ὀσφύν σου, καὶ λάβε τὸν φακὸν τοῦ ἐλαίου τούτου ἐν τῇ χειρί σου, καὶ δεῦρο εἰς Ῥεμμὼθ Γαλαάδ.
2 Kings 9:3Καὶ λήψῃ τὸν φακὸν τοῦ ἐλαίου, καὶ ἐπιχεεῖς ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ εἰπον, τάδε λέγει Κύριος, κέχρικά σε εἰς βασιλέα ἐπὶ Ἰσραήλ· καὶ ἀνοίξεις τὴν θύραν, καὶ φεύξῃ καὶ οὐ μενεῖς.
2 Kings 9:12Καὶ εἶπον, ἄδικον, ἀπάγγειλον δὴ ἡμῖν. Καὶ εἶπεν Ἰοὺ πρὸς αὐτοὺς, οὕτω καὶ οὕτω ἐλάλησε πρὸς μὲ, λέγων, καὶ εἶπε, τάδε λέγει Κύριος, κέχρικά σε εἰς βασιλέα ἐπὶ Ἰσραήλ.