1 Kings 20:10
Καὶ ἐγκαθίσατε δύο ἄνδρας υἱοὺς παρανόμων ἐξεναντίας αὐτοῦ, καὶ καταμαρτυρησάτωσαν αὐτοῦ, λέγοντες, εὐλόγησε Θεὸν καὶ βασιλέα· καὶ ἐξαγαγέτωσαν αὐτὸν, καὶ λιθοβολησάτωσαν αὐτὸν, καὶ ἀποθανέτω.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Exodus 11:8Καὶ καταβήσονται πάντες οἱ παῖδές σου οὗτοι πρός με, καὶ προσκυνήσουσί με, λέγοντες, ἔξελθε σὺ, καὶ πᾶς ὁ λαός σου, οὗ σὺ ἀφηγῇ· καὶ μετὰ ταῦτα ἐξελεύσομαι· ἐξῆλθε δὲ Μωυσῆς ἀπὸ Φαραὼ μετὰ θυμοῦ.
2 Samuel 17:12Καὶ ἥξομεν πρὸς αὐτὸν εἰς ἕνα τῶν τόπων οὗ ἐὰν εὕρωμεν αὐτὸν ἐκεῖ, καὶ παρεμβαλοῦμεν ἐπʼ αὐτὸν, ὡς πίπτει δρόσος ἐπὶ τὴν γῆν, καὶ οὐχ ὑπολειψόμεθα ἐν αὐτῷ καὶ τοῖς ἀνδράσιν αὐτοῦ τοῖς μετʼ αὐτοῦ, καί γε ἕνα.
1 Kings 19:2Καὶ ἀπέστειλεν Ἰεζάβελ πρὸς Ἠλιοὺ, καὶ εἶπεν, εἰ σὺ εἶ Ἠλιοὺ καὶ ἐγὼ Ἰεζάβελ, τάδε ποιήσαι μοι ὁ θεὸς καὶ τάδε προσθείη, ὅτι ταύτην τὴν ὥραν αὔριον θήσομαι τὴν ψυχήν σου καθὼς ψυχὴν ἑνὸς ἐξ αὐτῶν.
2 Kings 19:23Ἐν χειρὶ ἀγγέλων σου ὠνείδισας Κύριον, καὶ εἶπας, ἐν τῷ πλήθει τῶν ἁρμάτων μου ἐγὼ ἀναβήσομαι εἰς ὕψος ὀρέων μηροὺς τοῦ Λιβάνου, καὶ ἔκοψα τὸ μέγεθος τῆς κέδρου αὐτοῦ, τὰ ἐκλεκτὰ κυπαρίσσων αὐτοῦ, καὶ ἦλθον εἰς μέσον δρυμοῦ καὶ Καρμήλου.
Isaiah 37:24Ὅτι διʼ ἀγγέλων ὠνείδισας Κύριον· σὺ γὰρ εἶπας, τῷ πλήθει τῶν ἁρμάτων ἐγὼ ἀνέβην εἰς ὕψος ὀρέων, καὶ εἰς τὰ ἔσχατα τοῦ Λιβάνου, καὶ ἔκοψα τὸ ὕψος τῆς κέδρου αὐτοῦ, καὶ τὸ κάλλος τῆς κυπαρίσσου, καὶ εἰσῆλθον εἰς ὕψος μέρους τοῦ δρυμοῦ,