1 Kings 20:7
Καὶ εἶπε πρὸς αὐτὸν Ἰεζάβελ ἡ γυνὴ αὐτοῦ, σὺ νῦν οὕτω ποιεῖς βασιλέα ἐπὶ Ἰσραήλ; ἀνάστηθι καὶ φάγε ἄρτον καὶ σαυτοῦ γενοῦ, ἐγὼ δὲ δώσω σοι τὸν ἀμπελῶνα Ναβουθαὶ τοῦ Ἰεζραηλίτου.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
2 Kings 5:7Καὶ ἐγένετο ὡς ἀνέγνω βασιλεὺς Ἰσραὴλ τὸ βιβλίον, διέῤῥηξε τὰ ἱμάτια αὐτοῦ, καὶ εἶπεν, ὁ Θεὸς ἐγὼ τοῦ θανατῶσαι καὶ ζωοποιῆσαι, ὅτι οὗτος ἀποστέλλει πρὸς μὲ ἀποσυνάξαι ἄνδρα ἀπὸ τῆς λέπρας αὐτοῦ; ὅτι πλὴν γνῶτε δὴ καὶ ἴδετε ὅτι προφασίζεται οὗτός μοι.
1 Chronicles 28:1Καὶ ἐξεκκλησίασε Δαυὶδ πάντας τοὺς ἄρχοντας Ἰσραὴλ, ἄρχοντας τῶν κριτῶν, καὶ πάντας τοὺς ἄρχοντας τῶν ἐφημεριῶν τῶν περὶ τὸ σῶμα τοῦ βασιλέως, καὶ ἄρχοντας τῶν χιλιάδων καὶ τῶν ἑκατοντάδων, καὶ τοὺς γαζοφύλακας, καὶ τοὺς ἐπὶ τῶν ὑπαρχόντων αὐτοῦ, καὶ πάσης τῆς κτήσεως τοῦ βασιλέως, καὶ τῶν υἱῶν αὐτοῦ, σὺν τοῖς εὐνούχοις, καὶ τοὺς δυνάστας, καὶ τοὺς μαχητὰς τῆς στρατιᾶς ἐν Ἱερουσαλήμ.
Psalms 7:14Καὶ ἐν αὐτῷ ἡτοίμασε σκεύη θανάτου, τὰ βέλη αὐτοῦ τοῖς καιομένοις ἐξειργάσατο.
Psalms 62:3οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι, τοῦ ἰδεῖν τὴν δύναμίν σου καὶ τὴν δόξαν σου.
Proverbs 6:14Διεστραμμένη καρδία τεκταίνεται κακὰ, ἐν παντὶ καιρῷ ὁ τοιοῦτος ταραχὰς συνίστησιν πόλει.
Proverbs 11:27Τεκταινόμενος ἀγαθὰ ζητεῖ χάριν ἀγαθὴν, ἐκζητοῦντα δὲ κακὰ καταλήψεται αὐτόν.