The Bible Software
bible.software › 1 Kings › 1 Kings 22 › 1 Kings 22:39

1 Kings 22:39

Καὶ τὰ λοιπὰ τῶν λόγων Ἀχαὰβ καὶ πάντα ἃ ἐποίησε, καὶ οἴκον ἐλεφάντινον ὃν ᾠκοδόμησε, καὶ πάσας τὰς πόλεις ἃς ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γέγραπται ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ἰσραήλ;

μετάφραση των εβδομήκοντα

In The King James Version

Now the rest of the acts of Ahab, and all that he did, and the ivory house which he made, and all the cities that he built, are they not written in the book of the chronicles of the kings of Israel?

In Context

38Καὶ ἀπένιψαν τὸ ἅρμα ἐπὶ τὴν κρήνην Σαμαρείας· καὶ ἐξέλιξαν αἱ ὗες καὶ οἱ κύνες τὸ αἷμα, καὶ αἱ πόρναι ἐλούσαντο ἐν τῷ αἵματι, κατὰ τὸ ῥῆμα Κυρίου ὃ ἐλάλησε.

40Καὶ ἐκοιμήθη Ἀχαὰβ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐβασίλευσεν Ὀχοζίας υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.

Read all of 1 Kings 22

Cross References

1 Kings 10:22Ὅτι ναῦς Θαρσὶς τῷ βασιλεῖ Σαλωμὼν ἐν τῇ θαλάσσῃ μετὰ τῶν νηῶν Χιράμ· μία διὰ τριῶν ἐτῶν ἤρχετο τῷ βασιλεῖ ναῦς ἐκ Θαρσὶς χρυσίου καὶ ἀργυρίου καὶ λίθων τορευτῶν καὶ πελεκητῶν. Αὕτη ἦν ἡ πραγματεία τῆς προνομῆς ἧς ἀνήνεγκαν ὁ βασιλεὺς Σαλωμὼν οἰκοδομῆσαι τὸν οἶκον Κυρίου, καὶ τὸν οἶκον τοῦ βασιλέως, καὶ τὸ τεῖχος Ἱερουσαλὴμ, καὶ τὴν ἄκραν, τοῦ περιφράξαι τὸν φραγμὸν τῆς πόλεως Δαυὶδ, καὶ τὴν Ἀσσοὺρ, καὶ τὴν Μαγδὰν, καὶ τὴν Γαζὲρ, καὶ τὴν Βαιθωρὼν τὴν ἀνωτέρω, καὶ τὴν Ἰεθερμὰθ, καὶ πάσας τὰς πόλεις τῶν ἁρμάτων, καὶ πάσας τὰς πόλεις τῶν ἱππέων, καὶ τὴν πραγματείαν Σαλωμὼν, ἣν ἐπραγματεύσατο οἰκοδομῆσαι ἐν Ἱερουσαλὴμ καὶ ἐν πάσῃ τῇ γῇ, τοῦ μὴ κατάρξαι αὐτοῦ πάντα τὸν λαὸν τὸν ὑπολελειμμένον ὑπὸ τοῦ Χετταίου καὶ τοῦ Ἀμοῤῥαίου καὶ τοῦ Φερεζαίου καὶ τοῦ Χαναναίου καὶ τοῦ Εὐαίου καὶ τοῦ Ἰεβουσαίου καὶ τοῦ Γεργεσαίου, τῶν μὴ ἐκ τῶν υἱῶν Ἰσραὴλ ὄντων, τὰ τέκνα αὐτῶν τὰ ὑπολελειμμένα μετʼ αὐτοῦ ἐν τῇ γῇ, οὓς οὐκ ἐδύναντο οἱ υἱοὶ Ἰσραὴλ ἐξολοθρεῦσαι αὐτοὺς, καὶ ἀνήγαγεν αὐτοὺς Σαλωμὼν εἰς φόρον ἕως τῆς ἡμέρας ταύτης· καὶ ἐκ τῶν υἱῶν Ἰσραὴλ οὐκ ἔδωκε Σαλωμὼν πρᾶγμα, ὅτι αὐτοὶ ἦσαν ἄνδρες οἱ πολεμισταὶ, καὶ παῖδες αὐτοῦ καὶ ἄρχοντες καὶ τρισσοὶ αὐτοῦ, καὶ ἄρχοντες τῶν ἁρμάτων αὐτοῦ, καὶ ἱππεῖς αὐτοῦ.

1 Kings 15:23Καὶ τὰ λοιπὰ τῶν λόγων Ἀσὰ, καὶ πᾶσα ἡ δυναστεία αὐτοῦ ἣν ἐποίησε, καὶ τὰς πόλεις ἃς ᾠκοδόμησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐστὶν ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα; πλὴν ἐν τῷ καιρῷ τοῦ γήρως αὐτοῦ ἐπόνεσε τοὺς πόδας αὐτοῦ.

1 Kings 16:5Καὶ τὰ λοιπὰ τῶν λόγων Βαασὰ καὶ πάντα ἃ ἐποίησε, καὶ αἱ δυναστεῖαι αὐτοῦ, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ἰσραήλ;

1 Kings 16:27Καὶ τὰ λοιπὰ τῶν λόγων Ἀμβρὶ καὶ πάντα ἃ ἐποίησε, καὶ πᾶσα ἡ δυναστεία αὐτοῦ, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ἰσραήλ;

2 Kings 15:15Καὶ τὰ λοιπὰ τῶν λόγων Σελλοὺμ, καὶ ἡ συστροφὴ αὐτοῦ ᾗ συνεστράφη, ἰδού εἰσι γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ.

Ezekiel 27:6ἐκ τῆς Βασανίτιδος ἐποίησαν τὰς κώπας σου, τὰ ἱερά σου ἐποίησαν ἐξ ἐλέφαντος, οἴκους ἀλσώδεις ἀπὸ νήσων τῶν Χετιείμ.

This Verse In Other Editions

King James VersionBíblia Portuguesa MundialLuther Bibel (Deutsch)Bible Louis Segond (Français)Библия (Русский)新标点和合本성경 (한국어)الكتاب المقدس باللغة العربية، فان دايكBibbia Diodati (Italiano)Kinh Thánh (Tiếng Việt)Biblia Cornilescu (Română)Polish Biblia Gdanska (1881)Statenvertaling (Nederlands)

Study 1 Kings 22:39

Matthew HenryJamieson-Fausset-BrownAdam ClarkeJohn WesleyJohn CalvinKeil and DelitzschScofieldFamily Bible NotesGeneva Bible Notes (1599)
← 1 Kings 22:381 Kings 221 Kings 22:40 →