1 Kings 22:53
Καὶ ἐποίησε τὸ πονηρὸν ἐναντίον Κυρίου, καὶ ἐπορεύθη ἐν ὁδῶ Ἀχαὰβ τοῦ πατρὸς αὐτοῦ καὶ ἐν ὁδῷ Ἰεζάβελ τῆς μητρὸς αὐτοῦ, καὶ ἐν ταῖς ἁμαρτίαις οἴκου Ἱεροβοὰμ υἱοῦ Ναβὰτ ὃς ἐξήμαρτε τὸν Ἰσραήλ·
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Judges 2:1Καὶ ἀνέβη ἄγγελος Κυρίου ἀπὸ Γαλγὰλ ἐπὶ τὸν κλαυθμῶνα καὶ ἐπὶ Βαιθὴλ καὶ ἐπὶ τὸν οἶκον Ἰσραὴλ, καὶ εἶπε πρὸς αὐτοὺς, τάδε λέγει Κύριος, ἀνεβίβασα ὑμᾶς ἐξ Αἰγύπτου, καὶ εἰσήγαγον ὑμᾶς εἰς τὴν γῆν ἣν ὤμοσα τοῖς πατράσιν ὑμῶν· καὶ εἶπα, οὐ διασκεδάσω τὴν διαθήκην μου τὴν μεθʼ ὑμῶν εἰς τὸν αἰῶνα.
1 Kings 16:7Καὶ ἐν χειρὶ Ἰοὺ υἱοῦ Ἀνανὶ ἐλάλησε Κύριος ἐπὶ Βαασὰ καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ, πᾶσαν τὴν κακίαν ἣν ἐποίησεν ἐνώπιον Κυρίου τοῦ παροργίσαι αὐτὸν ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτου, τοῦ εἶναι κατὰ τὸν οἶκον Ἱεροβοὰμ, καὶ ὑπὲρ τοῦ πατάξαι αὐτόν.
1 Kings 21:25καὶ ἀλλάξομέν σοι δύναμιν κατὰ τὴν δύναμιν τὴν πεσοῦσαν, καὶ ἵππον κατὰ τὴν ἵππον, καὶ ἅρματα κατὰ τὰ ἅρματα, καὶ πολεμήσομεν πρὸς αὐτοὺς κατʼ εὐθὺ, καὶ κραταιώσομεν ὑπὲρ αὐτούς· καὶ ἤκουσε τῆς φωνῆς αὐτοῦ, καὶ ἐποίησεν οὕτως.
2 Kings 1:2Καὶ ἔπεσεν Ὀχοζίας διὰ τοῦ δικτυωτοῦ τοῦ ἐν τῷ ὑπερῴῳ αὐτοῦ τῷ ἐν Σαμαρείᾳ, καὶ ἠῤῥώστησε· καὶ ἀπέστειλεν ἀγγέλους, καὶ εἶπε πρὸς αὐτοὺς, δεῦτε καὶ ἐπιζητήσατε ἐν τῷ Βάαλ μυΐαν θεὸν Ἀκκαρὼν, εἰ ζήσομαι ἐκ τῆς ἀῤῥωστίας μου ταύτης· καὶ ἐπορεύθησαν ἐπερωτῆσαι διʼ αὐτοῦ.
2 Kings 8:18Καὶ ἐπορεύθη ἐν ὁδῷ βασιλέων Ἰσραὴλ καθὼς ἐποίησεν οἶκος Ἀχαὰβ, ὅτι θυγάτηρ Ἀχαὰβ ἦν αὐτῷ εἰς γυναῖκα, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου.
Psalms 106:29Καὶ ἐπέταξε τῇ καταιγίδι, καὶ ἔστη εἰς αὖραν, καὶ ἐσίγησαν τὰ κύματα αὐτῆς.