1 Kings 6:1
Καὶ ἐγενήθη ἐν τῷ τεσσαρακοστῷ καὶ τετρακοσιοστῷ ἔτει τῆς ἐξόδου υἱῶν Ἰσραὴλ ἐξ Αἰγύπτου, τῷ ἔτει τῷ τετάρτῳ ἐν μηνὶ τῷ δευτέρῳ βασιλεύοντος τοῦ βασιλέως Σαλωμὼν ἐπὶ τὸν Ἰσραὴλ, καὶ ἐνετείλατο ὁ βασιλεὺς ἵνα ἄρωσι λίθους μεγάλους τιμίους εἰς τὸν θεμέλιον τοῦ οἴκου, καὶ λίθους ἀπελεκήτους. Καὶ ἐπελέκησαν οἱ υἱοὶ Σαλωμὼν, καὶ οἱ υἱοὶ Χιρὰμ, καὶ ἔβαλαν αὐτούς. Ἐν τῷ ἔτει τῷ τετάρτῷ ἐθεμελίωσε τὸν οἶκον Κυρίου ἐν μηνὶ Ζιοῦ, καὶ τῷ δευτέρῳ μηνί. Ἐν ἑνδεκάτῳ ἐνιαυτῷ, ἐν μηνὶ Βαὰλ, οὗτος ὁ μὴν ὁ ὄγδοος, συνετελέσθη ὁ οἶκος εἰς πάντα λόγον αὐτοῦ, καὶ εἰς πᾶσαν διάταξιν αὐτοῦ.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Exodus 12:41Καὶ ἐγένετο μετὰ τὰ τετρακόσια τριάκοντα ἔτη, ἐξῆλθε πᾶσα ἡ δύναμις Κυρίου ἐκ γῆς Αἰγύπτου νυκτός.
Numbers 1:1ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν ἐν τῇ ἐρήμῳ τῇ Σινᾷ, ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, ἐν μιᾷ τοῦ μηνὸς τοῦ δευτέρου, ἔτους δευτέρου ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου, λέγων,
2 Chronicles 3:1Καὶ ἤρξατο Σαλωμὼν τοῦ οἰκοδομεῖν τὸν οἶκον Κυρίου ἐν Ἱερουσαλὴμ ἐν ὄρει τοῦ Ἀμωρία, οὗ ὤφθη Κύριος τῷ Δαυὶδ πατρὶ αὐτοῦ, ἐν τῷ τόπῳ ᾧ ἡτοίμασε Δαυὶδ ἐν ἅλῳ Ὀρνὰ τοῦ Ἰεβουσαίου.
Ezra 5:11Καὶ τοιοῦτο τὸ ῥῆμα ἀπεκρίθησαν ἡμῖν, λέγοντες, ἡμεῖς ἐσμὲν δοῦλοι τοῦ Θεοῦ τοῦ οὐρανοῦ καὶ τῆς γῆς, καὶ οἰκοδομοῦμεν τὸν οἶκον ὃς ἦν ᾠκοδομημένος πρὸ τούτου ἔτη πολλὰ, καὶ βασιλεὺς τοῦ Ἰσραὴλ μέγας ᾠκοδόμησεν αὐτὸν, καὶ κατηρτίσατο αὐτὸν αὐτοῖς.
Zechariah 6:12Καὶ ἐρεῖς πρὸς αὐτὸν, τάδε λέγει Κύριος παντοκράτωρ, Ἰδοὺ ἀνὴρ, Ἀνατολὴ ὄνομα αὐτῷ· καὶ ὑποκάτωθεν αὐτοῦ ἀνατελεῖ, καὶ οἰκοδομήσει τὸν οἶκον Κυρίου,