1 Kings 6:16
Καὶ ᾠκοδόμησε τοὺς εἴκοσι πήχεις ἀπʼ ἄκρου τοῦ τοίχου τὸ πλευρὸν τὸ ἓν ἀπὸ τοῦ ἐδάφους ἕως τῶν δοκῶν· καὶ ἐποίησεν ἐκ τοῦ δαβὶρ εἰς τὸ ἁγιον τῶν ἁγίων.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
17Καὶ τεσσαράκοντα πήχεων ἦν ὁ ναὸς κατὰ πρόσωπον τοῦ δαβὶρ ἐν μέσῳ τοῦ οἴκου ἔσωθεν,
Cross References
Exodus 25:21Καὶ ἐπιθήσεις τὸ ἱλαστήριον ἐπὶ τὴν κιβωτὸν ἄνωθεν, καὶ εἰς τὴν κιβωτὸν ἐμβαλεῖς τὰ μαρτύρια, ἃ ἂν δῶ σοι.
Exodus 26:33Καὶ θήσεις τὸ καταπέτασμα ἐπὶ τῶν στύλων· καὶ εἰσοίσεις ἐκεῖ ἐσώτερον τοῦ καταπετάσματος τὴν κιβωτὸν τοῦ μαρτυρίου· καὶ διοριεῖ τὸ καταπέτασμα ὑμῖν ἀναμέσον τοῦ ἁγίου καὶ ἀναμέσον τοῦ ἁγίου τῶν ἁγίων.
1 Kings 6:5Καὶ ἔδωκεν ἐπὶ τὸν τοῖχον τοῦ οἴκου μέλαθρα κυκλόθεν τῷ ναῷ καὶ τῷ δαβίρ.
1 Kings 8:6Καὶ εἰσφέρουσιν οἱ ἱερεῖς τὴν κιβωτὸν εἰς τὸν τόπον αὐτῆς, εἰς τὸ δαβὶρ τοῦ οἴκου, εἰς τὰ ἅγια τῶν ἁγίων, ὑπὸ τὰς πτέρυγας τῶν χερουβίν.
Ezekiel 41:4Καὶ διεμέτρησε τὸ μῆκος τῶν θυρῶν πηχῶν τεσσαράκοντα, καὶ τὸ εὖρος πηχῶν εἴκοσι, κατὰ πρόσωπον τοῦ ναοῦ· καὶ εἶπε, τοῦτο τὸ ἅγιον τῶν ἁγίων.