1 Kings 8:23
καὶ εἶπε, Κύριε ὁ Θεὸς Ἰσραὴλ, οὐκ ἔστιν ὡς σὺ Θεὸς ἐν τῷ οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω, φυλάσσων διαθήκην καὶ ἔλεος τῷ δούλῳ σου τῷ πορευομένῳ ἐνώπιόν σου ἐν ὅλῃ τῇ καρδίᾳ αὐτοῦ,
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Genesis 17:1Ἐγένετο δὲ Ἅβραμ ἐτῶν ἐννενηκονταεννέα. Καὶ ὤφθη Κύριος τῷ Ἅβραμ, καὶ εἶπεν αὐτῷ, ἐγώ εἰμι ὁ Θεός σου· εὐαρέστει ἐνώπιον ἐμοῦ, καὶ γίνου ἄμεμπτος.
Exodus 3:15Καὶ εἶπεν ὁ Θεὸς πάλιν πρὸς Μωυσῆν, οὕτως ἐρεῖς τοῖς υἱοῖς Ἰσραήλ, Κύριος ὁ Θεὸς τῶν πατέρων ἡμῶν, Θεὸς Ἀβραὰμ, καὶ Θεὸς Ἰσαὰκ, καὶ Θεὸς Ἰακὼβ, ἀπέσταλκέ με πρὸς ὑμᾶς· τοῦτό μου ἐστὶν ὄνομα αἰώνιον, καὶ μνημόσυνον γενεῶν γενεαῖς.
Deuteronomy 7:9Καὶ γνώσῃ, ὅτι Κύριος ὁ Θεός σου, οὗτος Θεός· Θεὸς πιστός, ὁ φυλάσσων διαθήκην καὶ ἔλεος τοῖς ἀγαπῶσιν αὐτὸν καὶ τοῖς φυλάσσουσι τὰς ἐντολὰς αὐτοῦ εἰς χιλίας γενεάς,
1 Samuel 2:2Ὅτι οὐκ ἔστιν ἅγιος ὡς Κύριος, καὶ οὐκ ἔστι δίκαιος ὡς ὁ Θεὸς ἡμῶν, οὐκ ἔστιν ἅγιος πλήν σου.
1 Kings 2:4Ἵνα στήσῃ Κύριος τὸν λόγον αὐτοῦ ὃν ἐλάλησε, λέγων, ἐὰν φυλάξωσιν οἱ υἱοί σου τὴν ὁδὸν αὐτῶν πορεύεσθαι ἐνώπιόν μου ἐν ἀληθείᾳ, ἐν ὅλῃ καρδίᾳ αὐτῶν, λέγων, οὐκ ἐξολοθρευθήσεταί σοι ἀνὴρ ἐπάνωθεν θρόνου Ἰσραήλ.