1 Samuel 1:18
Καὶ εἶπεν, εὗρεν ἡ δούλη σου χάριν ἐν ὀφθαλμοῖς σου· καὶ ἐπορεύθη ἡ γυνὴ εἰς τὴν ὁδὸν αὐτῆς· καὶ εἰσῆλθεν εἰς τὸ κατάλυμα αὐτῆς, καὶ ἔφαγε μετὰ τοῦ ἀνδρὸς αὐτῆς καὶ ἔπιε, καὶ τὸ πρόσωπον αὐτῆς οὐ συνέπεσεν ἔτι.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Genesis 32:5Καὶ ἐνετείλατο αὐτοῖς, λέγων, οὕτως ἐρεῖτε τῷ κυρίῳ μου Ἡσαῦ· οὕτως λέγει ὁ παῖς σου Ἰακώβ· μετὰ Λάβαν παρῴκησα, καὶ ἐχρόνισα ἕως τοῦ νῦν.
Genesis 33:8Καὶ εἶπε, τί ταῦτά σοι ἐστὶν, πᾶσαι αἱ παρεμβολαὶ αὗται, αἷς ἀπήντηκα; ὁ δὲ εἶπεν, ἵνα εὕρῃ ὁ παῖς σου χάριν ἐναντίον σου, κύριε.
Ruth 2:2Καὶ εἶπε Ῥοὺθ ἡ Μωαβίτις πρὸς Νωεμὶν, πορεῦθω δὴ εἰς ἀγρὸν, καὶ συνάξω ἐν τοῖς στάχυσι κατόπισθεν οὗ ἐὰν εὕρω χάριν ἐν ὀφθαλμοῖς αὐτοῦ. εἶπε δὲ αὐτῇ, πορεύου, θύγατερ.
Psalms 34:6Γενηθήτω ἡ ὁδὸς αὐτῶν σκότος καὶ ὀλίσθημα, καὶ ἄγγελος Κυρίου καταδιώκων αὐτούς.