The Bible Software
bible.software › 1 Samuel › 1 Samuel 10 › 1 Samuel 10:1

1 Samuel 10:1

Καὶ ἔλαβε Σαμουὴλ τὸν φακὸν τοῦ ἐλαίου, καὶ ἐπέχεεν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ ἐφίλησεν αὐτὸν, καὶ εἶπεν αὐτῷ, οὐχὶ κέχρικέ σε Κύριος εἰς ἄρχοντα ἐπὶ τὸν λαὸν αὐτοῦ ἐπὶ Ἰσραήλ; καὶ σὺ ἄρξεις ἐν λαῷ Κυρίου, καὶ σὺ σώσεις αὐτὸν ἐκ χειρὸς ἐχθρῶν αὐτοῦ· καὶ τοῦτό σοι τὸ σημεῖον, ὅτι ἔχρισέ σε Κύριος ἐπὶ κληρονομίαν αὐτοῦ εἰς ἄρχοντα·

μετάφραση των εβδομήκοντα

In The King James Version

Then Samuel took a vial of oil, and poured it upon his head, and kissed him, and said, Is it not because the LORD hath anointed thee to be captain over his inheritance?

In Context

2Ὡς ἂν ἀπέλθῃς σήμερον ἀπʼ ἐμοῦ, καὶ εὑρήσεις δύο ἄνδρας πρὸς τοῖς τάφοις Ῥαχὴλ ἐν τῷ ὄρει Βενιαμὶν ἁλλομένους μεγάλα· καὶ ἐροῦσί σοι, εὕρηνται αἱ ὄνοι ἃς ἐπορεύθητε ζητεῖν· καὶ ἰδοὺ ὁ πατήρ σου ἀποτετίνακται τὸ ῥῆμα τῶν ὄνων, καὶ ἐδαψιλεύσατο διʼ ὑμᾶς, λέγων, τί ποιήσω ὑπὲρ τοῦ υἱοῦ μου;

Read all of 1 Samuel 10

Cross References

Exodus 19:5Καὶ νῦν ἐὰν ἀκοῇ ἀκούσητε τῆς ἐμῆς φωνῆς, καὶ φυλάξητε τὴν διαθήκην μου, ἔσεσθέ μοι λαὸς περιούσιος ἀπὸ πάντων τῶν ἐθνῶν· ἐμὴ γάρ ἐστι πᾶσα ἡ γῆ.

Joshua 5:14Ὁ δὲ εἶπεν αὐτῷ, ἐγὼ ἀρχιστράτηγος δυνάμεως Κυρίου, νυνὶ παραγέγονα. Καὶ Ἰησοῦς ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν, καὶ εἶπεν αὐτῷ, δέσποτα, τί προστάσσεις τῷ σῷ οἰκέτῃ;

1 Samuel 8:9Καὶ νῦν ἄκουε τῆς φωνῆς αὐτῶν· πλὴν ὅτι διαμαρτυρόμενος διαμαρτύρῃ αὐτοῖς, καὶ ἀπαγγελεῖς αὐτοῖς τὸ δικαίωμα τοῦ βασιλέως ὃς βασιλεύσει ἐπʼ αὐτούς.

1 Samuel 9:16ὡς ὁ καιρὸς, αὔριον ἀποστελῶ πρὸς σὲ ἄνδρα ἐκ γῆς Βενιαμίν, καὶ χρίσεις αὐτὸν εἰς ἄρχοντα ἐπὶ τὸν λαόν μου Ἰσραήλ, καὶ σώσει τὸν λαόν μου ἐκ χειρὸς ἀλλοφύλων, ὅτι ἐπέβλεψα ἐπὶ τὴν ταπείνωσιν τοῦ λαοῦ μου, ὅτι ἦλθε βοὴ αὐτῶν πρὸς μέ.

1 Samuel 15:1Καὶ εἶπε Σαμουὴλ πρὸς Σαοὺλ, ἐμὲ ἀπέστειλε Κύριος χρίσαί σε εἰς βασιλεα ἐπὶ Ἰσραήλ· καὶ νῦν ἄκουε τῆς φωνῆς Κυρίου.

1 Samuel 16:13Καὶ ἔλαβε Σαμουὴλ τὸ κέρας τοῦ ἐλαίου, καὶ ἔχρισεν αὐτὸν ἐν μέσῳ τῶν ἀδελφῶν αὐτοῦ· καὶ ἐφήλατο πνεῦμα Κυρίου ἐπὶ Δαυὶδ ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ ἐπάνω· καὶ ἀνέστη Σαμουὴλ, καὶ ἀπῆλθεν εἰς ʼΑρμαθαίμ.

This Verse In Other Editions

King James VersionBíblia Portuguesa MundialLuther Bibel (Deutsch)Bible Louis Segond (Français)Библия (Русский)新标点和合本성경 (한국어)الكتاب المقدس باللغة العربية، فان دايكBibbia Diodati (Italiano)Kinh Thánh (Tiếng Việt)Biblia Cornilescu (Română)Polish Biblia Gdanska (1881)Statenvertaling (Nederlands)

Study 1 Samuel 10:1

Matthew HenryJamieson-Fausset-BrownAdam ClarkeJohn WesleyJohn CalvinKeil and DelitzschScofieldFamily Bible NotesGeneva Bible Notes (1599)
1 Samuel 101 Samuel 10:2 →