1 Samuel 10:10
Καὶ ἔρχεται ἐκεῖθεν εἰς τὸν βουνόν, καὶ ἰδοὺ χορὸς προφητῶν ἐξεναντίας αὐτοῦ· καὶ ἥλατο ἐπʼ αὐτὸν πνεῦμα Θεοῦ, καὶ προεφήτευσεν ἐν μέσῳ αὐτῶν.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Judges 15:14Καὶ ἦλθον ἕως σιαγόνος· καὶ οἱ ἀλλόφυλοι ἠλάλαξαν, καὶ ἔδραμον εἰς συνάντησιν αὐτοῦ· καὶ ἥλατο ἐπʼ αὐτὸν πνεῦμα Κυρίου· καὶ ἐγενήθη τὰ καλώδια τὰ ἐπὶ βραχίοσιν αὐτοῦ ὡσεὶ στυππίον ὃ ἐξεκαύθη ἐν πυρί· καὶ ἐτάκησαν δεσμοὶ αὐτοῦ ἀπὸ χειρῶν αὐτοῦ.
1 Samuel 11:6Καὶ ἐφήλατο πνεῦμα Κυρίου ἐπὶ Σαοὺλ ὡς ἤκουσε τὰ ῥήματα ταῦτα, καὶ ἐθυμώθη ἐπʼ αὐτοὺς ὀργῇ αὐτοῦ σφόδρα.
1 Samuel 19:20Καὶ ἀπέστειλε Σαοὺλ ἀγγέλους λαβεῖν τὸν Δαυὶδ, καὶ εἶδον τὴν ἐκκλησίαν τῶν προφητῶν, καὶ Σαμουὴλ εἱστήκει καθεστηκὼς ἐπʼ αὐτῶν· καὶ ἐγενήθη ἐπὶ τούς ἀγγέλους τοῦ Σαοὺλ πνεῦμα Θεοῦ, καὶ προφητεύουσι.