1 Samuel 10:19
Καὶ ὑμεῖς σήμερον ἐξουδενήκατε τὸν Θεόν, ὃς αὐτός ἐστιν ὑμῶν σωτὴρ ἐκ πάντων τῶν κακῶν ὑμῶν καὶ θλίψεων ὑμῶν· καὶ εἴπατε, οὐχί, ἀλλʼ ἢ ὅτι βασιλέα καταστήσεις ἐφʼ ἡμῶν· καὶ νῦν κατάστητε ἐνώπιον Κυρίου κατὰ τὰ σκῆπτρα ὑμῶν καὶ κατὰ τὰς φυλὰς ὑμῶν.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
20Καὶ προσήγαγε Σαμουὴλ πάντα τὰ σκῆπτρα Ἰσραὴλ, καὶ κατακληροῦται σκῆπτρον Βενιαμίν.
Cross References
Joshua 7:14Καὶ συναχθήσεσθε πάντες τοπρωῒ κατὰ φυλὰς, καὶ ἔσται ἡ φυλὴ ἣν ἂν δείξῃ Κύριος, προσάξετε κατὰ δήμους· καὶ τὸν δῆμον ὃν ἂν δείξῃ Κύριος, προσάξετε κατʼ οἶκον· καὶ τὸν οἶκον ὃν ἂν δέξῃ Κύριος, προσάξετε κατʼ ἄνδρα.
1 Samuel 3:21Καὶ προσέθετο Κύριος δηλωθῆναι ἐν Σηλὼμε, ὅτι ἀπεκαλύφθη Κύριος πρὸς Σαμουήλ· καὶ ἐπιστεύθη Σαμουὴλ τοῦ προφήτης γενέσθαι τῷ Κυρίῳ εἰς πάντα Ἰσραὴλ ἀπʼ ἄκρων τῆς γῆς καὶ ἕως ἄκρων· καὶ Ἡλὶ πρεσβύτης σφόδρα, καὶ οἱ υἱοὶ αὐτοῦ πορεύομενοι ἐπορεύοντο, καὶ πονηρὰ ἡ ὁδὸς αὐτῶν ἐνώπιον Κυρίου.
1 Samuel 8:5καὶ εἶπαν αὐτῷ, ἰδοὺ, σὺ γεγήρακας, καὶ οἱ υἱοί σου οὐ πορεύονται ἐν τῇ ὁδῷ σου· καὶ νῦν κατάστησον ἐφʼ ἡμᾶς βασιλέα δικάζειν ἡμᾶς, καθὰ καὶ τὰ λοιπὰ ἔθνη.
1 Samuel 8:7Καὶ εἶπε Κύριος πρὸς Σαμουήλ, ἄκουε τῆς φωνῆς τοῦ λαοῦ, καθὰ ἂν λαλῶσί σοι, ὅτι οὐ σὲ ἐξουθενήκασιν, ἀλλʼ ἢ ἐμὲ ἐξουθενήκασι τοῦ μὴ βασιλεύειν ἐπʼ αὐτῶν.
1 Samuel 12:12Καὶ ἴδετε ὅτι Νάας βασιλεὺς υἱῶν ʼΑμμὼν ἦλθεν ἐφʼ ὑμᾶς, καὶ εἴπατε, οὐχί, ἀλλʼ ἢ ὅτι βασιλεὺς βασιλεύσει ἐφʼ ἡμῶν· καὶ Κύριος ὁ Θεὸς ἡμῶν βασιλεὺς ἡμῶν.
Micah 5:2Διατοῦτο δώσει αὐτοὺς ἕως καιροῦ τικτούσης, τέξεται, καὶ οἱ ἐπίλοιποι τῶν ἀδελφῶν αὐτῶν ἐπιστρέψουσιν ἐπὶ τοὺς υἱοὺς Ἰσραήλ.