1 Samuel 12:3
Ἰδοὺ ἐγώ, ἀποκρίθητε κατʼ ἐμοῦ ἐνώπιον Κυρίου καὶ ἐνώπιον χριστοῦ αὐτοῦ· μόσχον τίνος εἴληφα, ἢ ὄνον τίνος εἴληφα, ἢ τίνα κατεδυνάστευσα ὑμῶν, ἢ τίνα ἐξεπίεσα, ἢ ἐκ χειρὸς τίνος εἴληφα ἐξίλασμα καὶ ὑπόδημα; ἀποκρίθητε κατʼ ἐμοῦ, καὶ ἀποδώσω ὑμῖν.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Exodus 20:17Οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου· οὐκ ἐπιθυμήσεις τὴν οἰκίαν τοῦ πλησίον σου, οὔτε τὸν ἀγρὸν αὐτοῦ, οὔτε τὸν παῖδα αὐτοῦ, οὔτε τὴν παιδίσκην αὐτοῦ, οὔτε τοῦ βοὸς αὐτοῦ, οὔτε τοῦ ὑποζυγίου αὐτοῦ, οὔτε παντὸς κτήνους αὐτοῦ, οὔτε ὅσα τῷ πλησίον σου ἐστί.
Exodus 23:8Καὶ δῶρα οὐ λήψῃ· τὰ γὰρ δῶρα ἐκτυφλοῖ ὀφθαλμοὺς βλεπόντων, καὶ λυμαῖνεται ῥήματα δίκαια.
Leviticus 6:5Καὶ πῦρ ἐπὶ τὸ θυσιαστήριον καυθήσεται ἀπʼ αὐτοῦ, καὶ οὐ σβεσθήσεται· καὶ καύσει ἐπʼ αὐτοῦ ὁ ἱερεὺς ξύλα τοπρωῒ πρωῒ, καὶ στοιβάσει ἐπʼ αὐτοῦ τὴν ὁλοκαύτωσιν, καὶ ἐπιθήσει ἐπʼ αὐτὸ τὸ στέαρ τοῦ σωτηρίου.
Deuteronomy 16:19Οὐκ ἐκκλινοῦσι κρίσιν, οὐδὲ λήψονται δῶρον· τὰ γὰρ δῶρα ἀποτυφλοῖ ὀφθαλμοὺς σοφῶν, καὶ ἐξαίρει λόγους δικαίων.
1 Samuel 12:5Καὶ εἶπε Σαμουὴλ πρὸς τὸν λαὸν, μάρτυς Κύριος ἐν ὑμῖν, καὶ μάρτυς χριστὸς αὐτοῦ σήμερον ἐν ταύτῃ τῇ ἡμέρᾳ, ὅτι οὐχ εὑρήκατε ἐν χειρί μου οὐδέν· καὶ εἶπαν, μάρτυς.
1 Samuel 24:7Καὶ εἶπε Δαυὶδ πρὸς τοὺς ἄνδρας αὐτοῦ, μηδαμῶς μοι παρὰ Κυρίου, εἰ ποιήσω τὸ ῥῆμα τοῦτο τῷ κυρίῳ μου τῷ χριστῷ Κυρίου, ἐπενέγκαι χεῖρά μου ἐπʼ αὐτὸν, ὅτι χριστὸς Κυρίου ἐστὶν οὗτος.