1 Samuel 15:6
Καὶ εἶπε Σαοὺλ πρὸς τὸν Κιναῖον, ἄπελθε καὶ ἔκκλινον ἐκ μέσου τοῦ ʼΑμαληκίτου, μὴ προσθῶ σε μετʼ αὐτοῦ, καὶ σὺ ἐποίησας ἔλεος μετὰ τῶν υἱῶν Ἰσραὴλ, ἐν τῷ ἀναβαίνειν αὐτοὺς ἐξ Αἰγύπτου· καὶ ἐξέκλινεν ὁ Κιναῖος ἐκ μέσου ʼΑμαλήκ.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
5Καὶ ἦλθε Σαοὺλ ἕως τῶν πόλεων ʼΑμαλὴκ, καὶ ἐνήδρευσεν ἐν τῷ χειμάῤῥῳ.
7Καὶ ἐπάταξε Σαοὺλ τὸν Ἀμαλὴκ ἀπὸ Εὐειλὰτ ἕως Σοὺρ ἐπὶ προσώπου Αἰγύπτου.
Cross References
Genesis 18:25Μηδαμῶς σὺ ποιήσεις ὡς τὸ ῥῆμα τοῦτο, τοῦ ἀποκτεῖναι δίκαιον μετὰ ἀσεβοῦς, καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής· μηδαμῶς· ὁ κρίνων πᾶσαν τὴν γῆν, οὐ ποιήσεις κρίσιν;
Exodus 18:9Ἐξέστη δὲ Ἰοθὸρ ἐπὶ πᾶσι τοῖς ἀγαθοῖς οἷς ἐποίησεν αὐτοῖς Κύριος, ὅτι ἐξείλατο αὐτοὺς ἐκ χειρὸς Αἰγυπτίων καὶ ἐκ χειρὸς Φαραώ.
Numbers 10:29Καὶ εἶπε Μωυσῆς τῷ Ὀβὰβ υἱῷ Ῥαγουὴλ τῷ Μαδιανίτῃ τῷ γαμβρῷ Μωυσῆ, ἐξαίρομεν ἡμεῖς εἰς τὸν τόπον ὃν εἶπε Κύριος, τοῦτον δώσω ὑμῖν· δεῦρο μεθʼ ἡμῶν, καὶ εὖ σε ποιήσομεν, ὅτι Κύριος ἐλάλησε καλὰ περὶ Ἰσραήλ.
Numbers 16:34Καὶ πᾶς Ἰσραὴλ οἱ κύκλῳ αὐτῶν ἔφυγον ἀπὸ τῆς φωνῆς αὐτῶν, ὅτι λέγοντες, μή ποτε καταπίῃ ἡμᾶς ἡ γῆ.
Judges 1:16Καὶ οἱ υἱοὶ Ἰοθὸρ τοῦ Κιναίου τοῦ γαμβροῦ Μωυσῆ ἀνέβησαν ἐκ πόλεως τῶν φοινίκων μετὰ τῶν υἱῶν Ἰούδα εἰς τὴν ἔρημον τὴν οὖσαν ἐν τῷ Νότῳ Ἰούδα, ἥ ἐστιν ἐπὶ καταβάσεως Ἀρὰδ, καὶ κατῴκησαν μετὰ τοῦ λαοῦ.
Judges 5:24Εὐλογηθείη ἐν γυναιξὶν Ἰαὴλ γυνὴ Χαβὲρ τοῦ Κιναίου, ἀπὸ γυναικῶν ἐν σκηναῖς εὐλογηθείη.