1 Samuel 16:5
Καὶ εἶπεν, εἰρήνη· θῦσαι τῷ Κυρίῳ ἥκω· ἁγιάσθητε καὶ εὐφράνθητε μετʼ ἐμοῦ σήμερον· καὶ ἡγίασε τὸν Ἰεσσαὶ καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ ἐκάλεσεν αὐτοὺς εἰς τὴν θυσίαν.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Exodus 19:14Κατέβη δὲ Μωυσῆς ἐκ τοῦ ὄρους πρὸς τὸν λαὸν, καὶ ἡγίασεν αὐτούς· καὶ ἔπλυναν τὰ ἱμάτια.
Numbers 11:8Καὶ διεπορεύετο ὁ λαὸς, καὶ συνέλεγον, καὶ ἤληθον αὐτὸ ἐν τῷ μύλῳ, καὶ ἔτριβον ἐν τῇ θυΐᾳ, καὶ ἥψουν αὐτὸ ἐν τῇ χύτρᾳ, καὶ ἐποίουν αὐτὸ ἐνκρυφίας· καὶ ἦν ἡ ἡδονὴ αὐτοῦ ὡσεὶ γεῦμα ἐγκρὶς ἐξ ἐλαίου.
Joshua 7:13Ἀναστὰς ἁγίασον τὸν λαὸν, καὶ εἶπον ἁγιασθῆναι εἰσαύριον· τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραὴλ, τὸ ἀνάθεμά ἐστιν ἐν ὑμῖν· οὐ δυνήσεσθε ἀντιστῆναι ἀπέναντι τῶν ἐχθρῶν ὑμῶν, ἕως ἂν ἐξάρητε τὸ ἀνάθεμα ἐξ ὑμῶν.
1 Chronicles 12:18Καὶ Δαυὶδ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτῶν, καὶ εἶπεν αὐτοῖς, εἰ εἰς εἰρήνην ἥκατε πρὸς μέ, εἴη μοι καρδία καθʼ ἑαυτὴν ἐφʼ ὑμᾶς· καὶ εἰ τοῦ παραδοῦναί με τοῖς ἐχθροῖς μου οὐκ ἐν ἀληθείᾳ χειρὸς, ἴδοι ὁ Θεὸς τῶν πατέρων ὑμῶν καὶ ἐλέγξαιτο.
Job 1:5Καὶ ὡς ἂν συνετελέσθησαν αἱ ἡμέραι τοῦ πότου, ἀπέστελλεν Ἰὼβ καὶ ἐκαθάριζεν αὐτοὺς ἀνιστάμενος τοπρωῒ, καὶ προσέφερε περὶ αὐτῶν θυσίας, κατὰ τὸν ἀριθμὸν αὐτῶν, καὶ μόσχον ἕνα περὶ ἁμαρτίας περὶ τῶν ψυχῶν αὐτῶν· ἔλεγε γὰρ Ἰὼβ, μή ποτε οἱ υἱοί μου ἐν τῇ διανοίᾳ αὐτῶν κακὰ ἐνενόησαν πρὸς Θεόν· οὕτως οὖν ἐποίει Ἰὼβ πάσας τὰς ἡμέρας.
Joel 2:16συναγάγετε λαὸν, ἁγιάσατε ἐκκλησίαν, ἐκλέξασθε πρεσβυτέρους, συναγάγετε νήπια θηλάζοντα μαστοὺς, ἐξελθέτω νυμφίος ἐκ τοῦ κοιτῶνος αὐτοῦ, καὶ νύμφη ἐκ τοῦ παστοῦ αὐτῆς.