1 Samuel 17:52
Καὶ ἀνίστανται ἄνδρες Ἰσραὴλ καὶ Ἰούδα, καὶ ἠλάλαξαν, καὶ κατεδίωξαν ὀπίσω αὐτῶν ἕως εἰσόδου Γὲθ, καὶ ἕως τῆς πύλης ʼΑσκάλωνος· καὶ ἔπεσον τραυματίαι τῶν ἀλλοφύλων ἐν τῇ ὁδῷ τῶν πυλῶν καὶ ἕως Γὲθ, καὶ ἕως ʼΑκκαρών.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
53Καὶ ἀνέστρεψαν ἄνδρες Ἰσραὴλ ἐκκλίνοντες ὀπίσω τῶν ἀλλοφύλων, καὶ κατεπάτουν τὰς παρεμβολὰς αὐτῶν.
Cross References
Joshua 15:33Ἐν τῇ πεδινῇ Ἀσταὼλ, καὶ Ῥάα, καὶ Ἄσσα.
Joshua 15:45Ἀκκαρὼν, καὶ αἱ κῶμαι αὐτῆς, καὶ αἱ ἐπαύλεις αὐτῶν,
1 Samuel 5:8Καὶ ἀποστέλλουσι καὶ συνάγουσι τοὺς σατράπας τῶν ἀλλοφύλων πρὸς αὐτοὺς, καὶ λέγουσι, τί ποιήσωμεν τῇ κιβωτῷ Θεοῦ Ἰσραήλ; καὶ λέγουσιν οἱ Γεθαῖοι, μετελθέτω κιβωτὸς τοῦ Θεοῦ πρὸς ἡμᾶς· καὶ μετῆλθε κιβωτὸς τοῦ Θεοῦ Ἰσραὴλ εἰς Γέθ.
1 Samuel 14:21Καὶ οἱ δοῦλοι οἱ ὄντες ἐχθὲς καὶ τρίτην ἡμέραν μετὰ τῶν ἀλλοφύλων οἱ ἀναβάντες εἰς τὴν παρεμβολὴν, ἐπεστράφησαν καὶ αὐτοὶ εἶναι μετὰ Ἰσραὴλ τῶν μετὰ Σαοὺλ καὶ Ἰωνάθαν.
1 Kings 20:21Ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σὲ κακά· καὶ ἐκκαύσω ὀπίσω σου, καὶ ἐξολοθρεύσω τοῦ Ἀχαὰβ οὐροῦντα πρὸς τοῖχον, καὶ συνεχόμενον καὶ ἐγκαταλελειμμένον ἐν Ἰσραήλ.