1 Samuel 18:25
Καὶ εἶπε Σαοὺλ, τάδε ἐρεῖτε τῷ Δαυὶδ, οὐ βούλεται ὁ βασιλεὺς ἐν δόματι ἀλλʼ ἢ ἐν ἑκατὸν ἀκροβυστίαις ἀλλοφύλων ἐκδικῆσαι ἐχθροὺς τοῦ βασιλέως· καὶ Σαοὺλ ἐλογίσατο ἐμβαλεῖν αὐτὸν εἰς χεῖρας τῶν ἀλλοφύλων.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
24Καὶ ἀπήγγειλαν οἱ παῖδες Σαοὺλ αὐτῷ κατὰ τὰ ῥήματα ταῦτα, ἃ ἐλάλησε Δαυίδ.
Cross References
Genesis 29:18Ἠγάπησε δὲ Ἰακὼβ τὴν Ῥαχήλ· καὶ εἶπε, δουλεύσω σοι ἑπτὰ ἔτη περὶ τῆς Ῥαχὴλ τῆς θυγατρός σου τῆς νεωτέρας.
Exodus 22:16Ἐὰν δὲ ἀνανεύων ἀνανεύσῃ, καὶ μὴ βούληται ὁ πατὴρ αὐτῆς δοῦναι αὐτὴν αὐτῷ γυναῖκα, ἀργύριον ἀποτίσει τῷ πατρὶ καθʼ ὅσον ἐστὶν ἡ φερνὴ τῶν παρθένων.
1 Samuel 14:24Καὶ Σαοὺλ ἠγνόησεν ἄγνοιαν μεγάλην ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἀρᾶται τῷ λαῷ, λέγων, ἐπικατάρατος ὁ ἄνθρωπος ὃς φάγεται ἄρτον ἕως ἑσπέρας· καὶ ἐκδικήσω τὸν ἐχθρόν μου· καὶ οὐκ ἐγεύσατο πᾶς ὁ λαὸς ἄρτου·
1 Samuel 17:36Καὶ τὸν λέοντα καὶ τὴν ἄρκον ἔτυπτεν ὁ δοῦλός σου, καὶ ἔσται ὁ ἀλλόφυλος ὁ ἀπερίτμητος ὡς ἓν τούτων· οὐχὶ πορεύσομαι καὶ πατάξω αὐτὸν, καὶ ἀφελῶ σήμερον ὄνειδος ἐξ Ἰσραήλ; διότι τίς ὁ ἀπερίτμητος οὗτος, ὃς ὠνείδισε παράταξιν Θεοῦ ζῶντος;
1 Samuel 19:1Καὶ ἐλάλησε Σαοὺλ πρὸς Ἰωνάθαν τὸν υἱὸν αὐτοῦ, καὶ πρὸς πὰντας τοὺς παῖδας αὐτοῦ θανατῶσαι τὸν Δαυίδ.