1 Samuel 2:29
Καὶ ἱνατί ἐπέβλεψας ἐπὶ τὸ θυμίαμά μου καὶ εἰς τὴν θυσίαν μου ἀναιδεῖ ὀφθαλμῷ; καὶ ἐδόξασας τοὺς υἱούς σου ὑπὲρ ἐμὲ ἐνευλογεῖσθαι ἀπαρχῆς πάσης θυσίας τοῦ Ἰσραὴλ ἔμπροσθέν μου;
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Leviticus 19:15Οὐ ποιήσετε ἄδικον ἐν κρίσει· οὐ λήψῃ πρόσωπον πτωχοῦ, οὐδὲ μὴ θαυμάσῃς πρόσωπον δυνάστου· ἐν δικαιοσύνῃ κρίνεις τὸν πλησίον σου.
Deuteronomy 32:15Καὶ ἔφαγεν Ἰακὼβ καὶ ἐνεπλήσθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος· ἐλιπάνθη, ἐπαχύνθη, ἐπλατύνθη, καὶ ἐγκατέλιπε τὸν Θεὸν τὸν ποιήσαντα αὐτὸν, καὶ ἀπέστη ἀπὸ Θεοῦ σωτῆρος αὐτοῦ.
Joshua 18:1Καὶ ἐξεκκλησιάσθη πᾶσα συναγωγὴ υἱῶν Ἰσραὴλ εἰς Σηλὼ, καὶ ἔπηξαν ἐκεῖ τὴν σκηνὴν τοῦ μαρτυρίου· καὶ ἡ γῆ ἐκρατήθη ὑπʼ αὐτῶν.
2 Kings 12:6λαβέτωσαν ἑαυτοῖς οἱ ἱερεῖς, ἀνὴρ ἀπὸ τῆς πράσεως αὐτοῦ, καὶ αὐτοὶ κρατήσουσι τὸ βεδὲκ τοῦ οἴκου εἰς πάντα οὗ ἐὰν εὑρεθῇ ἐκεῖ βεδέκ.
Ezekiel 13:19Καὶ ἐβεβήλουν με πρὸς τὸν λαόν μου, ἕνεκεν δρακὸς κριθῶν, καὶ ἕνεκεν κλασμάτων ἄρτων, τοῦ ἀποκτεῖναι ψυχὰς ἃς οὐκ ἔδει ἀποθανεῖν, καὶ τοῦ περιποιήσασθαι ψυχὰς ἃς οὐκ ἔδει ζῆσαι, ἐν τῷ ἀποφθέγγεσθαι ὑμᾶς λαῷ εἰσακούοντι μάταια ἀποφθέγματα.
Hosea 4:8Ἁμαρτίας λαοῦ μου φάγονται· καὶ ἐν ταῖς ἀδικίαις αὐτῶν λήψονται τὰς ψυχὰς αὐτῶν.