1 Samuel 22:10
Καὶ ἠρώτα αὐτῷ διὰ τοῦ Θεοῦ, καὶ ἐπισιτισμὸν ἔδωκεν αὐτῷ, καὶ τὴν ῥομφαίαν Γολιὰθ τοῦ ἀλλοφύλου ἔδωκεν αὐτῷ.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Numbers 27:21Καὶ ἔναντι Ἐλεάζαρ τοῦ ἱερέως στήσεται, καὶ ἐπερωτήσουσιν αὐτὸν τὴν κρίσιν τῶν δήλων ἔναντι Κυρίου· ἐπὶ τῷ στόματι αὐτοῦ ἐξελεύσονται, καὶ ἐπὶ τῷ στόματι αὐτοῦ εἰσελεύσονται αὐτὸς καὶ οἱ υἱοὶ Ἰσραὴλ ὁμοθυμαδὸν, καὶ πᾶσα ἡ συναγωγή.
1 Samuel 21:6Καὶ ἀπεκρίθη Δαυὶδ τῷ ἱερεῖ, καὶ εἶπεν αὐτῷ, ἀλλὰ ἀπὸ γυναικὸς ἀπεσχήμεθα ἐχθὲς καὶ τρίτην ἡμέραν· ἐν τῷ ἐξελθεῖν με εἰς ὁδὸν γέγονε πάντα τὰ παιδία ἡγνισμένα, καὶ αὐτὴ ἡ ὁδὸς βέβηλος, διότι ἁγιασθήσεται σήμερον διὰ τὰ σκεύη μου.
1 Samuel 21:10Καὶ εἶπεν ὁ ἱερεὺς, ἰδοὺ ἡ ῥομφαία Γολιὰθ τὸυ ἀλλοφύλου, ὃν ἐπάταξας ἐν τῇ κοιλάδι Ἠλᾶ· καὶ αὕτη ἐνειλημένη ἦν ἐν ἱματίῳ· εἰ ταύτην λήψῃ, σεαυτῷ λάβε, ὅτι οὐκ ἔστιν ἑτέρα πάρεξ ταύτης ἐνταῦθα· καὶ εἶπε Δαυὶδ, ἰδοὺ οὐκ ἔστιν ὥσπερ αὐτή· δός μοι αὐτήν.
1 Samuel 22:15Ἢ σήμερον ἦργμαι ἐρωτᾷν αὐτῷ διὰ τοῦ Θεοῦ; μηδαμῶς· μὴ δότω ὁ βασιλεὺς κατὰ τοῦ δούλου αὐτοῦ λόγον, καὶ ἐφʼ ὅλον τὸν οἶκον τοῦ πατρός μου, ὅτι οὐκ ᾔδει ὁ δοῦλός σου ἐν πᾶσι τούτοις ῥῆμα μικρὸν, ἢ μέγα.
1 Samuel 23:4Καὶ προσέθετο Δαυὶδ ἔτι ἐπερωτῆσαι διὰ τοῦ Κυρίου· καὶ ἀπεκρίθη αὐτῷ Κύριος, καὶ εἶπεν αὐτῷ, ἀνάστηθι καὶ κατάβηθι εἰς Κεϊλὰ, ὅτι ἐγὼ παραδίδωμι τοὺς ἀλλοφύλους εἰς χεῖράς σου.
1 Samuel 30:8Καὶ ἐπηρώτησε Δαυὶδ διὰ τοῦ Κυρίου, λέγων, εἰ καταδιώξω ὀπίσω τοῦ γεδδοὺρ τούτου; εἰ καταλήμψομαι αὐτούς; καὶ εἶπεν αὐτῷ, καταδίωκε, ὅτι καταλαμβάνων καταλήμψῃ αὐτοὺς, καὶ ἐξαιρούμενος ἐξελῇ.