The Bible Software
bible.software › 1 Samuel › 1 Samuel 22 › 1 Samuel 22:7

1 Samuel 22:7

Καὶ εἶπε Σαοὺλ πρὸς τοὺς παῖδας αὐτοῦ τοὺς παρεστηκότας αὐτῷ, ἀκούσατε δὴ υἱοὶ Βενιαμὶν, εἰ ἀληθῶς πᾶσιν ὑμῖν δώσει ὁ υἱὸς Ἰεσσαὶ ἀγροὺς καὶ ἀμπελῶνας, καὶ πάντας ὑμᾶς τάξει ἑκατοντάρχους καὶ χιλιάρχους,

μετάφραση των εβδομήκοντα

In The King James Version

Then Saul said unto his servants that stood about him, Hear now, ye Benjamites; will the son of Jesse give every one of you fields and vineyards, and make you all captains of thousands, and captains of hundreds;

In Context

6Καὶ ἤκουσε Σαοὺλ, ὅτι ἔγνωσται Δαυὶδ, καὶ οἱ ἄνδρες οἱ μετʼ αὐτοῦ· καὶ Σαοὺλ ἐκάθητο ἐν τῷ βουνῷ ὑπὸ τὴν ἄρουραν τὴν ἐν Ῥαμᾷ, καὶ τὸ δόρυ ἐν τῇ χειρὶ αὐτοῦ, καὶ πάντες οἱ παῖδες αὐτοῦ παρειστήκεισαν αὐτῷ.

8ὅτι σύγκεισθε πάντες ὑμεῖς ἐπʼ ἐμὲ, καὶ οὐκ ἔστιν ὁ ἀποκαλύπτων τὸ ὠτίον μου, ἐν τῷ διαθέσθαι τὸν υἱόν μου διαθήκην μετὰ τοῦ υἱοῦ Ἰεσσαὶ, καὶ οὐκ ἔστι πονῶν περὶ ἐμοῦ ἐξ ὑμῶν, καὶ ἀποκαλύπτων τὸ ὠτίον μου, ὅτι ἐπήγειρεν ὁ υἱός μου τὸν δοῦλόν μου ἐπʼ ἐμὲ εἰς ἐχθρὸν, ὡς ἡ ἡμέρα αὕτη;

Read all of 1 Samuel 22

Cross References

1 Samuel 8:14Καὶ τοὺς ἀγροὺς ὑμῶν, καὶ τοὺς ἀμπελῶνας ὑμῶν, καὶ τοὺς ἐλαιῶνας ὑμῶν τοὺς ἀγαθοὺς λήψεται, καὶ δώσει τοῖς δούλοις ἑαυτοῦ.

1 Samuel 20:27Καὶ ἐγενήθη τῇ ἐπαύριον τοῦ μηνὸς τῇ ἡμέρᾳ τῇ δευτέρᾳ, καὶ ἐπεσκέπη ὁ τόπος τοῦ Δαυίδ· καὶ εἶπε Σαοὺλ πρὸς Ἰωνάθαν τὸν υἱὸν αὐτοῦ, τί ὅτι οὐ παραγέγονεν ὁ υἱὸς Ἰεσσαὶ καὶ ἐχθὲς καὶ σήμερον ἐπὶ τὴν τράπεζαν;

1 Samuel 22:9Καὶ ἀποκρίνεται Δωὴκ ὁ Σύρος ὁ καθεστηκὼς ἐπὶ τάς ἡμιόνους Σαοὺλ, καὶ εἶπεν, ἑωρακα τὸν υἱὸν Ἰεσσαὶ παραγινόμενον εἰς Νομβᾶ πρὸς Ἀβιμέλεχ υἱὸν Ἀχιτὼβ τὸν ἱερέα.

1 Samuel 25:10καὶ ἀπεκρίθη Νάβαλ τοῖς παισὶ Δαυὶδ, καὶ εἶπε, τίς ὁ Δαυὶδ, καὶ τίς ὁ υἱὸς Ἰεσσαί; σήμερον πεπληθυμένοι εἰσὶν οἱ δοῦλοι ἀναχωροῦντες ἕκαστος ἐκ προσώπου τοῦ κυρίου αὐτοῦ.

1 Kings 12:16Καὶ εἶδον πᾶς Ἰσραὴλ, ὅτι οὐκ ἤκουσεν ὁ βασιλεὺς αὐτῶν· καὶ ἀπεκρίθη ὁ λαὸς τῷ βασιλεῖ, λέγων, τίς ἡμῖν μερὶς ἐν Δαυίδ; καὶ οὐκ ἔστιν ἡμῖν κληρονομία ἐν υἱῷ Ἰεσσαί· ἀπότρεχε Ἰσραὴλ, εἰς τὰ σκηνώματά σου· νύν βόσκε τὸν οἶκόν σου, Δαυίδ· καὶ ἀπῆλθεν Ἰσραὴλ εἰς τὰ σκηνώματα αὐτοῦ.

Isaiah 11:10Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπʼ αὐτῷ ἔθνη ἐλπιοῦσι, καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμή.

This Verse In Other Editions

King James VersionBíblia Portuguesa MundialLuther Bibel (Deutsch)Bible Louis Segond (Français)Библия (Русский)新标点和合本성경 (한국어)الكتاب المقدس باللغة العربية، فان دايكBibbia Diodati (Italiano)Kinh Thánh (Tiếng Việt)Biblia Cornilescu (Română)Polish Biblia Gdanska (1881)Statenvertaling (Nederlands)

Study 1 Samuel 22:7

Matthew HenryJamieson-Fausset-BrownAdam ClarkeJohn WesleyJohn CalvinKeil and DelitzschScofieldFamily Bible NotesGeneva Bible Notes (1599)
← 1 Samuel 22:61 Samuel 221 Samuel 22:8 →