1 Samuel 5:3
Καὶ ὤρθρισαν οἱ Ἀζώτιοι, καὶ εἰσῆλθον εἰς οἶκον Δαγών· καὶ εἶδον, καὶ ἰδοὺ Δαγὼν πεπτωκὼς ἐπὶ πρόσωπον αὐτοῦ ἐνώπιον κιβωτοῦ τοῦ Θεοῦ· καὶ ἤγειραν τὸν Δαγὼν, καὶ κατέστησαν εἰς τὸν τόπον αὐτοῦ· καὶ ἐβαρύνθη χεὶρ Κυρίου ἐπὶ τοὺς Ἀζωτίους, καὶ ἐβασάνισεν αὐτούς· καὶ ἐπάταξεν αὐτοὺς εἰς τὰς ἕδρας αὐτῶν, τὴν Ἄζωτον καὶ τὰ ὅρια αὐτῆς.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
1 Samuel 6:1Καὶ ἦν ἡ κιβωτὸς ἐν ἀγρῷ τῶν ἀλλοφύλων ἑπτὰ μῆνας, καὶ ἐξέζεσεν ἡ γῆ αὐτῶν μύας.
Psalms 97:7Σαλευθήτω ἡ θάλασσα καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἰκουμένη καὶ οἱ κατοικοῦντες αὐτήν.
Isaiah 19:1Ἰδοὺ Κύριος κάθηται ἐπὶ νεφέλης κούφης, καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσεται τὰ χειροποίητα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ· καὶ ἡ καρδία αὐτῶν ἡττηθήσεται ἐν αὐτοῖς.
Isaiah 41:7καὶ ἐρεῖ, ἴσχυσεν ἀνὴρ τέκτων, καὶ χαλκεὺς τύπτων σφύρῃ, ἅμα ἐλαύνων· πότε μὲν ἐρεῖ, σύμβλημα καλόν ἐστιν, ἰσχύρωσαν αὐτὰ ἐν ἥλοις, θήσουσιν αὐτὰ, καὶ οὐ κινηθήσονται.
Isaiah 46:1Ἔπεσε Βὴλ, συνετρίβη Ναβὼ, ἐγένετο τὰ γλυπτὰ αὐτῶν εἰς θηρία, καὶ τὰ κτήνη· αἴρετε αὐτὰ καταδεδεμένα ὡς φορτίον κοπιῶντι ἐκλευμένῳ,