1 Samuel 6:19
Καὶ οὐκ ἠσμένισαν οἱ υἱοὶ Ἰεχονίου ἐν τοῖς ἀνδράσι Βαιθσαμὺς, ὅτι εἶδαν κιβωτὸν Κυρίου· καὶ ἐπάταξεν ἐν αὐτοῖς ἑβδομήκοντα ἄνδρας, καὶ πεντήκοντα χιλιάδας ἀνδρῶν· καὶ ἐπένθησεν ὁ λαός, ὅτι ἐπάταξε Κύριος ἐν τῷ λαῷ πληγὴν μεγάλην σφόδρα.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Exodus 19:21Καὶ εἶπεν ὁ Θεὸς πρὸς Μωυσῆν, λέγων, καταβὰς διαμάρτυραι τῷ λαῷ, μή ποτε ἐγγίσωσι πρὸς τὸν Θεὸν κατανοῆσαι, καὶ πέσωσιν ἐξ αὐτῶν πλῆθος·
Leviticus 10:1Καὶ λαβόντες οἱ δύο υἱοὶ Ἀαρὼν Ναδὰβ καὶ Ἀβιοὺδ, ἕκαστος τὸ πυρεῖον αὐτοῦ, ἐπέθηκαν ἐπʼ αὐτὸ πῦρ, καὶ ἐπέβαλον ἐπʼ αὐτὸ θυμίαμα, καὶ προσήνεγκαν ἔναντι Κυρίου πῦρ ἀλλότριον, ὃ οὐ προσέταξε Κύριος αὐτοῖς.
Numbers 4:4Καὶ ταῦτα τὰ ἔργα τῶν υἱῶν Καὰθ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου· ἅγιον τῶν ἁγίων.
Numbers 4:18μὴ ὀλοθρεύσητε τῆς φυλῆς τὸν δῆμον τὸν Καὰθ ἐκ μέσου τῶν Λευιτῶν.
Deuteronomy 29:29Τὰ κρυπτὰ Κυρίῳ τῷ Θεῷ ἡμῶν, τὰ δὲ φανερὰ ἡμῖν καὶ τοῖς τέκνοις ἡμῶν εἰς τὸν αἰῶνα, ποιεῖν πάντα τὰ ῥήματα τοῦ νόμου τούτου.
1 Chronicles 13:9Καὶ ἤλθοσαν ἕως τῆς ἅλωνος· καὶ ἐξέτεινεν Ὀζὰ τὴν χεῖρα αὐτοῦ τοῦ κατασχεῖν τὴν κιβωτὸν, ὅτι ἐξέκλινεν αὐτὴν ὁ μόσχος.