Παραλειπομένων 11:16
Καὶ ἐξέβαλεν αὐτοὺς ἀπὸ φυλῶν Ἰσραὴλ, οἳ ἔδωκαν καρδίαν αὐτῶν τοῦ ζητῆσαι Κύριον Θεὸν Ἰσραήλ· καὶ ἦλθον εἰς Ἱερουσαλὴμ θῦσαι Κυρίῳ Θεῷ τῶν πατέρων αὐτῶν.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Deuteronomy 12:5Ἀλλʼ ἢ εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου ἐν μιᾷ τῶν πόλεων ὑμῶν ἐπονομάσαι τὸ ὄνομα αὐτοῦ ἐκεῖ καὶ ἐπικληθῆναι, καὶ ἐκζητήσετε καὶ ἐλεύσεσθε ἐκεῖ.
Deuteronomy 12:13Πρόσεχε σεαυτῷ, μὴ ἀνενέγκῃς τὰ ὁλοκαυτώματά σου ἐν παντὶ τόπῳ οὗ ἐὰν ἴδῃς.
Joshua 22:19Καὶ νῦν εἰ μικρὰ ἡ γῆ ὑμῶν τῆς κατασχέσεως ὑμῶν, διάβητε εἰς τὴν γῆν τῆς Κυρίου κατασχέσεως, οὗ κατασκηνοῖ ἐκεῖ ἡ σκηνὴ Κυρίου, καὶ κατακληρονομήσετε ἐν ἡμῖν· καὶ μὴ ἀπὸ Θεοῦ ἀποστάται γενήθητε, καὶ ὑμεῖς μηδʼ ἀπόστητε ἀπὸ Κυρίου, διὰ τὸ οἰκοδομῆσαι ὑμᾶς βωμὸν ἔξω τοῦ θυσιαστηρίου Κυρίου τοῦ Θεοῦ ἡμῶν.
1 Chronicles 16:29δότε τῷ Κυρίῳ δόξαν ὀνόματι αὐτοῦ· λάβετε δῶρα καὶ ἐνέγκατε κατὰ πρόσωπον αὐτοῦ, καὶ προσκυνήσατε Κυρίῳ ἐν αὐλαῖς ἁγίαις αὐτοῦ.
1 Chronicles 22:19Νῦν δότε καρδίας ὑμῶν καὶ ψυχὰς ὑμῶν τοῦ ζητῆσαι τῷ κυρίῳ θεῷ ὑμῶν, καὶ ἐγέρθητε καὶ οἰκοδομήσατε ἁγίασμα τῷ Θεῷ ὑμῶν, τοῦ εἰσενέγκαι τὴν κιβωτὸν διαθήκης Κυρίου, καὶ σκεύη τὰ ἅγια τοῦ Θεοῦ εἰς οἶκον τὸν οἰκοδομούμενον τῷ ὀνόματι Κυρίου.
2 Chronicles 15:12Καὶ διῆλθεν ἐν διαθήκῃ ζητῆσαι Κύριον Θεὸν τῶν πατέρων αὐτῶν ἐξ ὅλης τῆς καρδίας καὶ ἐξ ὅλης τῆς ψυχῆς αὐτῶν.