Παραλειπομένων 16:7
Καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ἦλθεν Ἀνανὶ ὁ προφήτης πρὸς Ἀσὰ βασιλέα Ἰούδα, καὶ εἶπεν αὐτῷ, ἐν τῷ πεποιθέναι σε ἐπὶ βασιλέα Συρίας, καὶ μὴ πεποιθέναι σε ἐπὶ Κύριον Θεόν σου, διὰ τοῦτο ἐσώθη ἡ δύναμις Συρίας ἀπὸ τῆς χειρός σου.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
1 Kings 16:1Καὶ ἐγένετο λόγος Κυρίου ἐν χειρὶ Ἰοὺ υἱοῦ Ἀνανὶ πρὸς Βαασά.
2 Kings 18:5Ἐν Κυρίῳ Θεῷ Ἰσραὴλ ἤλπισεν, καὶ μετʼ αὐτὸν οὐκ ἐγενήθη ὅμοιος αὐτῷ ἐν βασιλεῦσιν Ἰούδα, καὶ ἐν τοῖς γενομένοις ἔμπροσθεν αὐτοῦ.
2 Chronicles 13:18Καὶ ἐταπεινώθησαν οἱ υἱοὶ Ἰσραὴλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ κατίσχυσαν οἱ υἱοὶ Ἰούδα, ὅτι ἤλπισαν ἐπὶ Κύριον Θεὸν τῶν πατέρων αὐτῶν.
2 Chronicles 20:32Καὶ ἐπορεύθη ἐν ταῖς ὁδοῖς τοῦ πατρὸς αὐτοῦ Ἀσὰ, καὶ οὐκ ἐξέκλινε τοῦ ποιῆσαι τὸ εὐθὲς ἐνώπιον Κυρίου.
2 Chronicles 32:7ἰσχύσατε καὶ ἀνδρίζεσθε, καὶ μὴ φοβηθῆτε, μηδὲ πτοηθῆτε ἀπὸ προσώπου βασιλέως Ἀσσοὺρ, καὶ ἀπὸ προσώπου παντὸς τοῦ ἔθνους τοῦ μετʼ αὐτοῦ, ὅτι μεθʼ ἡμῶν πλείονες ἢ μετʼ αὐτοῦ.
Isaiah 31:1Οὐαὶ οἱ καταβαίνοντες εἰς Αἴγυπτον ἐπὶ βοήθειαν, οἱ ἐφʼ ἵπποις πεποιθότες καὶ ἐφʼ ἅρμασιν, ἔστι γὰρ πολλὰ, καὶ ἐφʼ ἵπποις πλῆθος σφόδρα· καὶ οὐκ ἦσαν πεποιθότες ἐπὶ τὸν ἅγιον τοῦ Ἰσραὴλ, καὶ τὸν κύριον οὐκ ἐζήτησαν·