Παραλειπομένων 18:18
Καὶ εἶπεν, οὐχ οὕτως· ἀκούσατε λόγον Κυρίου. εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου αὐτοῦ, καὶ πᾶσα δύναμις τοῦ οὐρανοῦ παρειστήκει ἐκ δεξιῶν αὐτοῦ καὶ ἐξ ἀριστερῶν αὐτοῦ.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Genesis 32:2Καὶ Ἰακὼβ ἀπῆλθεν εἰς τὴν ὁδὸν ἑαυτοῦ· καὶ ἀναβλέψας εἶδε παρεμβολὴν Θεοῦ παρεμβεβληκυῖαν· καὶ συνήντησαν αὐτῷ οἱ Ἄγγελοι τοῦ Θεοῦ.
Psalms 103:20Ἔθου σκότος καὶ ἐγένετο νὺξ, ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.
Isaiah 6:1Καὶ ἐγένετο τοῦ ἐνιαυτοῦ οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεὺς, εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπῃρμένου· καὶ πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ.
Isaiah 39:5Καὶ εἶπεν Ἡσαΐας αὐτῷ, ἄκουσον τὸν λόγον Κυρίου σαβαώθ.
Jeremiah 19:3καὶ ἐρεῖς αὐτοῖς, Ἀκούσατε τὸν λόγον Κυρίου, βασιλεῖς Ἰούδα, καὶ ἄνδρες Ἰούδα, καὶ οἱ κατοικοῦντες ἐν Ἱερουσαλὴμ καὶ οἱ εἰσπορευόμενοι ἐν ταῖς πύλαις ταύταις· τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραὴλ, ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν τόπον τοῦτον κακὰ, ὥστε παντὸς ἀκούοντος αὐτὰ ἠχήσει τὰ ὦτα αὐτοῦ·