Παραλειπομένων 19:10
Πᾶς ἀνὴρ κρίσιν τὴν ἐλθοῦσαν ἐφʼ ὑμᾶς τῶν ἀδελφῶν ὑμῶν τῶν κατοικούντων ἐν ταῖς πόλεσιν αὐτῶν ἀναμέσον αἷμα αἵματος, καὶ ἀναμέσον τοῦ προστάγματος καὶ ἐντολῆς, καὶ δικαιώματα καὶ κρίματα, καὶ διαστελεῖσθε αὐτοῖς, καὶ οὐχ ἁμαρτήσονται τῷ κυρίῳ, καὶ οὐκ ἔσται ὀργὴ ἐφʼ ὑμᾶς, καὶ ἐπὶ τοὺς ἀδελφοὺς ὑμῶν· οὕτως ποιήσετε, καὶ οὐχ ἁμαρτήσεσθε.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
9Καὶ ἐνετείλατο πρὸς αὐτοὺς, λέγων, οὕτω ποιήσετε ἐν φόβῳ Κυρίου, ἐν ἀληθείᾳ, καὶ ἐν πλήρει καρδίᾳ·
Cross References
Deuteronomy 17:8Ἐὰν δὲ ἀδυνατήσῃ ἀπὸ σοῦ ῥῆμα ἐν κρίσει ἀναμέσον αἷμα αἵματος, καὶ ἀναμέσον κρίσις κρίσεως, καὶ ἀναμέσον ἁφὴ ἁφῆς, καὶ ἀναμέσον ἀντιλογία ἀντιλογίας, ῥήματα κρίσεως ἐν ταῖς πόλεσιν ὑμῶν, καὶ ἀναστὰς ἀναβήσῃ εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου ἐκεῖ,
Joshua 22:18Καὶ ὑμεῖς ἀπεστράφητε σήμερον ἀπὸ Κυρίου· καὶ ἔσται ἐὰν ἀποστῆτε σήμερον ἀπὸ Κυρίου, καὶ αὔριον ἐπὶ πάντα Ἰσραὴλ ἔσται ἡ ὀργή.
Ezekiel 3:18Ἐν τῷ λέγειν με τῷ ἀνόμῳ, θανάτῳ θανατωθήσῃ· καὶ οὐ διεστείλω αὐτῷ τοῦ διαστείλασθαι τῷ ἀνόμῳ, ἀποστρέψαι ἀπὸ τῶν ὁδῶν αὐτοῦ, τοῦ ζῆσαι αὐτόν· ὁ ἄνομος ἐκεῖνος τῇ ἀδικίᾳ αὐτοῦ ἀποθανεῖται, καὶ τὸ αἷμα αὐτοῦ ἐκ τῆς χειρός σου ἐκζητήσω.