Παραλειπομένων 19:3
Ὅτι ἀλλʼ ἢ λόγοι ἀγαθοὶ ηὑρέθησαν ἐν σοὶ, ὅτι ἐξῇρας τὰ ἄλση ἀπὸ τῆς γῆς Ἰούδα, καὶ κατηύθυνας τὴν καρδίαν σου ἐκζητῆσαι τὸν Κύριον.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
2 Chronicles 12:12Καὶ ἐν τῷ ἐντραπῆναι αὐτὸν, ἀπεστράφη ἀπʼ αὐτοῦ ὀργὴ Κυρίου, καὶ οὐκ εἰς καταφθορὰν εἰς τέλος· καὶ γὰρ ἐν Ἰούδα ἦσαν λόγοι ἀγαθοί.
2 Chronicles 15:12Καὶ διῆλθεν ἐν διαθήκῃ ζητῆσαι Κύριον Θεὸν τῶν πατέρων αὐτῶν ἐξ ὅλης τῆς καρδίας καὶ ἐξ ὅλης τῆς ψυχῆς αὐτῶν.
2 Chronicles 17:3Καὶ ἐγένετο Κύριος μετὰ Ἰωσαφὰτ, ὅτι ἐπορεύθη ἐν ὁδοῖς τοῦ πατρὸς αὐτοῦ ταῖς πρώταις, καὶ οὐκ ἐξεζήτησε τὰ εἴδωλα,
2 Chronicles 22:9Καὶ εἶπε τοῦ ζητῆσαι τὸν Ὀχοζίαν· καὶ κατέλαβον αὐτὸν ἰατρευόμενον ἐν Σαμαρείᾳ, καὶ ἤγαγον αὐτὸν πρὸς Ἰηοὺ, καὶ ἀπέκτεινεν αὐτὸν· καὶ ἔθαψαν αὐτὸν, ὅτι εἶπαν, υἱὸς Ἰωσαφάτ ἐστιν, ὃς ἐζήτησε τὸν Κύριον ἐν ὅλῃ τῇ καρδίᾳ αὐτοῦ. Καὶ οὐκ ἦν ἐν οἴκῳ Ὀχοζίᾳ κατισχῦσαι δύναμιν περὶ τῆς βασιλείας.
2 Chronicles 30:19πάσης καρδίας κατευθυνούσης ἐκζητῆσαι Κύριον τὸν Θεὸν τῶν πατέρων αὐτῶν, καὶ οὐ κατὰ τὴν ἁγνείαν τῶν ἁγίων.