Παραλειπομένων 21:13
καὶ ἐπορεύθης ἐν ὁδοῖς βασιλέων Ἰσραὴλ, καὶ ἐξεπόρνευσας τὸν Ἰούδαν καὶ τοὺς κατοικοῦντας ἐν Ἱερουσαλὴμ, ὡς ἐξεπόρνευσεν οἶκος Ἀχαὰβ, καὶ τοὺς ἀδελφούς σου υἱοὺς τοῦ πατρός σου τοὺς ἀγαθοὺς ὑπὲρ σὲ ἀπέκτεινας,
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Genesis 42:21Καὶ εἶπεν ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ, ναὶ, ἐν ἁμαρτίαις γάρ ἐσμεν περὶ τοῦ ἀδελφοῦ ἡμῶν, ὅτι ὑπερίδομεν τὴν θλίψιν τῆς ψυχῆς αὐτοῦ, ὅτε κατεδέετο ἡμῶν, καὶ οὐκ εἰσηκούσαμεν αὐτοῦ· καὶ ἕνεκεν τούτου ἐπῆλθεν ἐφʼ ἡμᾶς ἡ θλίψις αὕτη.
Deuteronomy 31:16Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν, ἰδοὺ σὺ κοιμᾷ μετὰ τῶν πατέρων σου, καὶ ἀναστὰς οὗτος ὁ λαὸς ἐκπορνεύσει ὀπίσω θεῶν ἀλλοτρίων τῆς γῆς, εἰς ἣν οὗτος εἰσπορεύεται, καὶ καταλείψουσί με, καὶ διασκεδάσουσι τὴν διαθήκην μου, ἣν διεθέμην αὐτοῖς.
1 Kings 2:31Καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς, πορεύου, καὶ ποίησον αὐτῷ καθὼς εἴρηκε, καὶ ἄνελε αὐτὸν· καὶ θάψεις αὐτὸν, καὶ ἐξαρεῖς σήμερον τὸ αἷμα ὃ δωρεὰν ἐξέχεεν, ἀπʼ ἐμοῦ καὶ ἀπὸ τοῦ οἴκου τοῦ πατρός μου.
1 Kings 16:25Καὶ ἐποίησεν Ἀμβρὶ τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἐπονηρεύσατο ὑπὲρ πάντας τοὺς γενομένους ἔμπροσθεν αὐτοῦ.
1 Kings 16:33Καὶ ἐποίησεν Ἀχαὰβ ἄλσος· καὶ προσέθηκεν Ἀχαὰβ τοῦ ποιῆσαι παροργίσματα, τοῦ παροργίσαι τὸν Κύριον Θεὸν τοῦ Ἰσραὴλ, καὶ τὴν ψυχὴν αὐτοῦ ἐξολοθρευθῆναι, ἐκακοποίησεν ὑπὲρ πάντας τοὺς βασιλεῖς Ἰσραὴλ τοὺς γενομένους ἔμπροσθεν αὐτοῦ.
2 Chronicles 21:4Καὶ ἀνέστη Ἰωρὰμ ἐπὶ τὴν βασιλείαν αὐτοῦ, καὶ ἐκραταιώθη, καὶ ἀπέκτεινε πάντας τοὺς ἀδελφοὺς αὐτοῦ ἐν ῥομφαίᾳ, καὶ ἀπὸ τῶν ἀρχόντων Ἰσραήλ.